Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μὴ ἀμελεῖν μηδὲ ῥᾳθυμεῖν τῶν ἱερῶν;
ἡ δὲ γάνωσις τοῦ ἀγάλματος ἀναγκαία: ταχὺ γὰρ ἐξανθεῖ τὸ μίλτινον, ᾧ τὰ παλαιὰ τῶν ἀγαλμάτων ἔχρωζον.
‘διὰ τί τῶν ἄλλων ἱερέων τὸν καταδικασθέντα
καὶ φυγόντα παύοντες ἕτερον αἱροῦνται,
τοῦ δ᾽ αὔγουρος, ἕως ζῇ, κἂν ἐπὶ τοῖς μεγίστοις
ἀδικήμασι καταγνῶσιν, οὐκ ἀφαιροῦνται τὴν
[p. 148] ἱερωσύνην; ' αὔγουρας ' δὲ τοὺς ἐπὶ τῶν οἰωνῶν
καλοῦσι.’
πότερον, ὡς ἔνιοι λέγουσι, βούλονται μηδένα τὰ
τῶν ἱερῶν ἀπόρρητα γιγνώσκειν, ὃς οὐκ ἔστιν ἱερεύς;
ἢ κατειλημμένον ὅρκοις τὸν αὔγουρα μηδενὶ φράσειν τὰ τῶν ἱερῶν ἀπολῦσαι τῶν ὅρκων οὐ