Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰληφότων συντέλειαν;
ἤ ὅτε κινοῦσι τὴν γῆν ἀρχόμενοι σπόρου μεμνῆσθαι μάλιστα τῶν κάτω προσήκει;
ἢ Κρόνῳ μὲν οὗτος ὁ μὴν ὑπὸ Ῥωμαίων καθιέρωται, Κρόνον δὲ τῶν κάτω θεῶν οὐ τῶν ἄνω νομίζουσιν;
ἤ μεγίστης αὐτοῖς ἑορτῆς τῶν Κρονίων
καθεστώσης καὶ συνουσίας τε πλείστας καὶ ἀπολαύσεις ἔχειν δοκούσης, ἔδοξε καὶ ταύτης ἀπονέμειν τινὰς ἀπαρχὰς τοῖς τεθνηκόσιν;
ἢ τοῦτο, τὸ μόνον Βροῦτον ἐναγίζειν ἐν τῷ μηνὶ
τούτῳ, καθόλου ψεῦδός ἐστι; καὶ γὰρ τῇ Λαρεντίᾳ
ποιοῦσι τὸν ἐναγισμὸν καὶ χοὰς ἐπιφέρουσιν ἐπὶ τὸν τάφον τοῦ Δεκεμβρίου μηνός.
‘διὰ τί δὲ τὴν Λαρεντίαν, ἑταίραν γεγενημένην,
’