Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τίνα δ᾽ αἰτίαν οὐδὲ κιττοῦ θιγεῖν
ἐφεῖτο τῷ ἱερεῖ τοῦ Διός, οὐδ᾽
ὁδὸν διελθεῖν
ἀναδενδράδος ἄνωθεν διατεταμένης;’
ἢ τοῦτο μὲν ὅμοιόν ἐστι τῷ ‘μὴ ἐσθίειν ἐπὶ δίφρου,’
‘μηδ᾽
ἐπὶ χοίνικος καθῆσθαι,’
‘μηδὲ
σάρον ὑπερβαίνειν,’
οὐ ταῦτα τῶν Πυθαγορικῶν δεδιότων καὶ φυλαττομένων ἀλλ᾽
ἕτερα τούτοις ἀπαγορευόντων; καὶ γὰρ τὸ ὑπ᾽ ἄμπελον ὑποπορεύεσθαι τὴν ἀναφορὰν ἐπὶ τὸν οἶνον εἶχεν, ὡς
οὐ θεμιτὸν τῷ ἱερεῖ μεθύσκεσθαι. τῶν γὰρ μεθυσκομένων ὑπὲρ κεφαλῆς ὁ οἶνός ἐστι καὶ πιέζονται