Click on a word to bring up parses, dictionary entries, and frequency statistics
χρηστόν, ἂν δὲ λειφθῇ, δεῖπνον αὐτὸς τῷ θεῷ
παρασχεῖν καὶ μείρακα καλὴν συναναπαυσομένην.
ἐκ τούτου δὲ τοὺς κύβους προθέμενος, τὸν μὲν
ὑπὲρ ἑαυτοῦ, τὸν δ᾽
ὑπὲρ τοῦ θεοῦ βαλὼν ἐλείφθη.
ταῖς οὖν προκλήσεσιν ἐμμένων τράπεζάν τε λαμπροτέραν παρεσκεύασε τῷ θεῷ, καὶ τὴν Λαρεντίαν
παραλαβὼν ἐμφανῶς ἑταιροῦσαν εἱστίασε καὶ
κατέκλινεν ἐν τῷ ἱερῷ καὶ τὰς θύρας ἀπιὼν ἔκλεισε. λέγεται δὲ νύκτωρ ἐντυχεῖν αὐτῇ τὸν θεὸν οὐκ ἀνθρωπίνως καὶ κελεῦσαι βαδίζειν ἕωθεν εἰς ἀγοράν,