Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τὸ τοῦ Ἡφαίστου ἱερὸν ἔξω
πόλεως ὁ Ῥωμύλος ἱδρύσατο;’
πότερον διὰ τὴν μυθολογουμένην πρὸς Ἄρη ζηλοτυπίαν τοῦ Ἡφαίστου δι᾽ Ἀφροδίτην υἱὸς εἶναι δοκῶν Ἄρεος οὐκ ἐποιήσατο σύνοικον οὐδ᾽
ὁμόπολιν αὐτόν;
ἢ τοῦτο μὲν ἀβέλτερον, ᾠκοδομήθη δ᾽
ὁ ναὸς
ἐξ ἀρχῆς συνέδριον καὶ βουλευτήριον ἀπόρρητον αὐτῷ μετὰ Τατίου τοῦ συμβασιλεύσαντος, ὅπως
[p. 80] συνιόντες ἐνταῦθα μετὰ τῶν γερόντων ἄνευ τοῦ
παρενοχλεῖσθαι καθ᾽ ἡσυχίαν βουλεύοιντο περὶ τῶν πραγμάτων;
ἢ πρὸς ἐμπρησμὸν ἄνωθεν ἐπισφαλῶς τῆς
Ῥώμης ἐχούσης, ἔδοξε τιμᾶν μὲν ἐξοικίσαι δὲ τῆς πόλεως τὸν θεόν;