λέχρις δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸςκαρπῶν δ᾽ ἀφθονία καὶ διάθεσις γένεσίς ἐστι νομίσματος:
οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παλαιοῖς, Συίλλιοι καὶ Βουβολκοὶ καὶ Πόρκιοι ἦσαν, ὡς Φενεστέλλας εἴρηκεν.
‘διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται
ταμιείῳ τῶν δημοσίων χρημάτων, ἅμα δὲ καὶ
φυλακτηρίῳ τῶν συμβολαίων;’
πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι πλεονεξίαν ἐν ἀνθρώποις οὐδ᾽ ἀδικίαν Κρόνου βασιλεύοντος, ἀλλὰ πίστιν καὶ δικαιοσύνην;
ἢ ὅτι καρπῶν εὑρετὴς καὶ γεωργίας ἡγεμὼν ὁ
θεός; ἡ γὰρ ἅρπη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν Ἀντίμαχος Ἡσιόδῳ πειθόμενος