Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ πρὸς ταῦτα τὴν ἑορτὴν ‘ἀληθῆ λέγεις,
ἀλλ᾽ ἐμοῦ μὴ γενομένης οὐδ᾽
ἂν σὺ ἦσθα’ ; ταῦτα
δ᾽
ὁ Θεμιστοκλῆς πρὸς τοὺς αὖθις ἔλεγε στρατηγοὺς τῶν Ἀθηναίων ὡς οὐκ ἂν οὐδαμοῦ φανέντας, εἰ μὴ τὴν πόλιν αὐτὸς ἔσῳσεν.
ἐπεὶ τοίνυν πᾶσα μὲν ἀξία σπουδῆς ἀποδημία καὶ πρᾶξις οἰκονομίας δεῖται καὶ παρασκευῆς, Ῥωμαῖοι δὲ τὸ παλαιὸν ἐν ταῖς ἑορταῖς οὐδὲν
ᾠκονόμουν οὐδ᾽
ἐφρόντιζον ἀλλ᾽
ἢ περὶ τοὺς θεοὺς
ἠσχολοῦντο καὶ τοῦτ᾽ ἔπραττον, ὥσπερ ἔτι νῦν
προκηρύττουσιν οἱ ἱερεῖς ἐπὶ τὰς θυσίας βαδίζοντες,
εἰκότως εὐθὺς οὐκ ἐξεδήμουν μετὰ τὰς ἑορτὰς οὐδ᾽ ἔπραττον ἀπαράσκευοι γὰρ ἦσαν, ἀλλ᾽
[p. 46]
ἐκφροντίζοντες