Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πάτρωνος ἐπιόντος αὐτῷ καὶ ταραττόμενος
συνέπεισε τοὺς αὐλητὰς ἀναβάντας ἐφ᾽
ἁμάξας δέρρεσι κύκλῳ περικαλυπτομένας εἰς τὸ Τίβουρι κομίζεσθαι. τοῦτο δ᾽ ἦν ἀπάτη: περιαγαγὼν γὰρ τὰς
ἁμάξας οὐ συνορῶντας αὐτοὺς διὰ τὸν οἶνον καὶ τὸ
σκότος ἔλαθεν εἰς Ῥώμην καταγαγὼν ἅπαντας
ἕωθεν: ἐτύγχανον δ᾽ οἱ πολλοὶ διὰ τὴν παννυχίδα
καὶ τὸν πότον ἐν ἐσθῆσιν ἀνθιναῖς καὶ γυναικείαις ὄντες. ὡς οὖν ἐπείσθησαν ὑπὸ τῶν ἀρχόντων καὶ