anonymi epigrammatici
οὗτός τοι Διόφαντον ἔχει τάφος: ἆ μέγα θαῦμα:
καὶ τάφος ἐκ τέχνης μέτρα βίοιο λέγει.
ἕκτην κουρίζειν βιότου θεὸς ὤπασε μοίρην
δωδεκάτην δ᾽ ἐπιθείς, μῆλα πόρεν χνοάειν:
τᾖ δ᾽ ἄρ᾽ ἐφ᾽ ἑβδομάτῃ τὸ γαμήλιον ἥψατο φέγγος,
ἐκ δὲ γάμων πέμπτῳ παῖδ᾽ ἐπένευσεν ἔτει. [p. 94]
αἰαῖ, τηλύγετον δειλὸν τέκος, ἥμισυ πατρὸς
† τοῦδε καὶ ἡ κρυερὸς μέτρον ἑλὼν βιότου.
πένθος δ᾽ αὖ πισύρεσσι παρηγορέων ἐνιαντοῖς
τῇδε πόσου σοφίᾐ τέρμ᾽ ἐπέρησε βίου.