anonymi epigrammatici
Ἀγχίσην Κυθέρεια, καὶ Ἐνδυμίωνα Σελήνη
φίλατο: καὶ Νίκη νῦν τάχα Πορφύριον,
ὃς καὶ ἑοὺς ἵππους καὶ ὁμόφρονος ἡνιοχῆος
ἐξ ἑτέρων ἑτέρους αἰὲν ἀμειβόμενος,
πολλάκι κρᾶτα πύκασσε πανημερίοισιν ἀέθλοις,
οὐ μογέων, ἑτάρου μοῦνον ἐφεσπομένου.