anonymi epigrammatici
Πλινθουργοί, μάλα τοῦτον Πλινθουργοί οἶκον ἐγεῖραι,
ἦμαρ δ᾽ ἀννέφελον τόδε σήμερον, οὐδ᾽ ἔτι πολλῶν
χρηίζω, πᾶσαν δὲ τριηκοσίῃσι δέουσαν
πλίνθον ἔχω. σὺ δὲ μοῦνος ἐν ἤματι τόσσον ἔτευχες: [p. 100]
παῖς δέ τοι ἐκ καμάτοιο διηκοσίαις ἀπέληγεν
γαμβρὸς δ᾽ αὖ τόσσῃσι καὶ εἰσέτι πεντήκοντα.
τρισσαῖς συζυγίαις πόσσαις τόδε τεύχεται ὥραις;