plato
ἄλσος δ᾽ ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδον
πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης.
οὐδ᾽ ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα:
ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπ᾽ εὐπετάλοισι κρέμαντο,
αὐτὸς δ᾽ ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνῳ
εὗδεν μειδιόων: ξουθαὶ δ᾽ ἐφύπερθε μέλισσαι
κηροχύτου μέλιτος ^ λαροῖς ἐπὶ χείλεσι ῥαῖνον [p. 284]