anonymi epigrammatici
εἰς τὸ αὐτόδεῦρ᾽ ἴδε παιδολέτειραν ἐν εἰκόνι, δεῦρ᾽ ἴδ᾽ ἄγαλμα,
Κολχίδα, Τιμομάχου χειρὶ τυπωσαμένου:
φάσγανον ἐν παλάμᾳ, θυμὸς μέγας, ἄγριον ὄμμα,
παισὶν ἐπ᾽ οἰκτίστοις δάκρυ κατερχόμενον:
πάντα δ᾽ ὁμοῦ συνέχευεν, ἀμικτότατ᾽ εἰς ἓν ἀγείρας,
αἵματι μὴ χρῶσαι φεισάμενος παλάμαν.