previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ κράτος ἡττημένον, κατὰ δὲ τὸ εὐώνυμον Νεοπτολέμου κατ᾽ αὐτὸν τὸν Εὐμενῆ τεταγμένου συνέστη φιλοτιμία μεγάλη τῶν ἡγεμόνων ἐπ᾽ ἀλλήλους ὁρμησάντων. [2] γνωρισθέντες γὰρ ἀπό τε τῶν ἵππων καὶ τῶν ἄλλων ἐπισήμων συνεπλάκησαν ἀλλήλοις καὶ τῇ καθ᾽ αὑτοὺς μονομαχίᾳ τὴν νίκην ἐποίησαν ἀκολουθῆσαι. τὸ μὲν οὖν πρῶτον τοῖς ξίφεσιν ἀλλήλων καθικόμενοι παράδοξον καὶ παντελῶς ἐξηλλαγμένην μονομαχίαν συνεστήσαντο: ἐκφερόμενοι γὰρ τῷ θυμῷ καὶ τῇ πρὸς ἀλλήλους δυσμενείᾳ ταῖς ἀριστεραῖς χερσὶν ἀφέντες τὰς ἡνίας ἀλλήλων ἐδράξαντο. οὗ συμβάντος οἱ μὲν ἵπποι κατὰ τὴν ὁρμὴν ὑπεξέδραμον, αὐτοὶ δ᾽ ἔπεσον ἐπὶ τὴν γῆν. [3] τῆς δ᾽ ἐπαναστάσεως διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ πτώματος χαλεπῶς γινομένης ἀμφοτέροις, ἅτε καὶ τῶν ὅπλων ἐμποδιζόντων τὰ σώματα, μὲν Εὐμενὴς ἔφθασε, πρότερος διαναστάς, τοῦ Νεοπτολέμου τὴν ἰγνὺν πατάξαι. [p. 366] [4] μεγάλης δὲ γενομένης διαιρέσεως καὶ σφαλείσης τῆς βάσεως μὲν πληγεὶς παραλελυμένος ἔκειτο, κωλυόμενος ὑπὸ τοῦ τραύματος διαναστῆναι: ὅμως δὲ τῆς εὐψυχίας ὑπεραγούσης τὴν τοῦ σώματος ἐλάττωσιν ἐν γόνασι βεβηκὼς ἔτρωσε τὸν ἀντίπαλον εἴς τε τὸν βραχίονα καὶ τοὺς μηροὺς τρισὶ πληγαῖς. [5] οὐδεμιᾶς δ᾽ οὔσης πληγῆς καιρίου καὶ τῶν τραυμάτων ἔτι θερμῶν ὄντων Εὐμενὴς δευτέραν πληγὴν ἐπὶ τὸν τράχηλον ἐπενέγκας ἀπέκτεινε τὸν Νεοπτόλεμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: