previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ ταῦθ᾽ μὲν Εὐμενὴς ἐπεβάλετο φεύγειν εἰς Ἀρμενίαν καὶ τῶν ἐν ταύτῃ κατοικούντων τινὰς πρὸς τὴν συμμαχίαν συλλαβέσθαι: καταταχούμενος δὲ καὶ τοὺς στρατιώτας ὁρῶν ἀποχωροῦντας πρὸς τὸν Ἀντίγονον κατελάβετο χωρίον ὀχυρὸν προσηγορεύετο Νῶρα. [2] ἦν δὲ τὸ φρούριον τοῦτο παντελῶς μικρὸν διὰ τὸ τὸν περίβολον ἔχειν μὴ πλείω δυεῖν σταδίων, κατὰ δὲ τὴν ἐρυμνότητα θαυμαστόν: ἐπὶ γὰρ πέτρας ὑψηλῆς εἶχε τὰς οἰκίας συνῳκοδομημένας καὶ τὰ μὲν ὑπὸ τῆς φύσεως, τὰ δ᾽ ὑπὸ τῆς ἐκ τῶν χειρῶν κατασκευῆς θαυμαστῶς ὠχύρωτο. [3] εἶχε δὲ καὶ παραθέσεις σίτου πολλοῦ καὶ ξύλων καὶ ἁλῶν ὥστ᾽ εἰς ἔτη πολλὰ δύνασθαι χορηγῆσαι πάντα τοῖς εἰς αὐτὴν καταφυγοῦσι. συνέφυγον δὲ μετ᾽ αὐτοῦ τῶν φίλων οἱ ταῖς εὐνοίαις διαφέροντες καὶ κεκρικότες συναποθνήσκειν αὐτῷ κατὰ τοὺς ἐσχάτους κινδύνους: οἱ δὲ πάντες ὑπῆρχον ἱππεῖς τε καὶ πεζοὶ περὶ ἑξακοσίους. [4] Ἀντίγονος δὲ παραλαβὼν τὴν μετ᾽ Εὐμενοῦς δύναμιν [p. 380] καὶ τῶν σατραπειῶν καὶ τῶν ἐν ταύταις προσόδων κύριος γενόμενος, ἔτι δὲ παραλαβὼν πλῆθος χρημάτων μειζόνων πραγμάτων ὠρέγετο: οὐκέτι γὰρ οὐδεὶς τῶν κατὰ τὴν Ἀσίαν ἡγεμόνων ἀξιόμαχον εἶχε δύναμιν διαγωνίσασθαι πρὸς αὐτὸν περὶ τῶν πρωτείων. [5] διὸ καὶ πρὸς Ἀντίπατρον κατὰ μὲν τὸ παρὸν προσεποιεῖτο φιλικῶς διακεῖσθαι, διεγνώκει δὲ τὰ καθ᾽ αὑτὸν ἀσφαλισάμενος μηκέτι προσέχειν μήτε τοῖς βασιλεῦσι μήτε Ἀντιπάτρῳ. [6] τὸ μὲν οὖν πρῶτον περιέλαβε τοὺς καταπεφευγότας εἰς τὸ φρούριον διπλοῖς τοῖς τείχεσι καὶ τάφροις καὶ χαρακώμασι θαυμαστοῖς: μετὰ ταῦτα δ᾽ εἰς σύλλογον ἐλθὼν Εὐμενεῖ καὶ τὴν προϋπάρχουσαν φιλίαν ἀνανεωσάμενος ἔπειθεν αὐτὸν κοινοπραγεῖν. δὲ εἰδὼς τὴν τύχην ὀξέως μεταβάλλουσαν μείζονας ᾔτει φιλανθρωπίας τῆς περὶ αὐτὸν οὔσης περιστάσεως: [7] ᾤετο γὰρ δεῖν αὐτῷ συγχωρηθῆναι τὰς ἐξ ἀρχῆς δεδομένας σατραπείας καὶ τῶν ἐγκλημάτων ἁπάντων ἀπόλυσιν. δὲ Ἀντίγονος περὶ μὲν τούτων ἐπὶ τὸν Ἀντίπατρον τὴν ἀναφορὰν ἐποιήσατο, τοῦ δὲ χωρίου τὴν ἱκανὴν φυλακὴν ἀπολιπὼν ὥρμησεν ἐπὶ τοὺς ἐπιπορευομένους ἡγεμόνας τῶν πολεμίων καὶ δυνάμεις ἔχοντας Ἀλκέταν τε τὸν ἀδελφὸν τοῦ Περδίκκου καὶ Ἄτταλον τὸν τοῦ στόλου παντὸς κυριεύοντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), NORA
    • Smith's Bio, Eu'menes
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: