previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ δὲ τὴν Μακεδονίαν Ἀντιπάτρου περιπεσόντος ἀρρωστίᾳ βαρυτέρᾳ καὶ τοῦ γήρως συνεργοῦντος πρὸς τὴν ἀπόλυσιν τοῦ βίου Ἀθηναῖοι μὲν ἐξέπεμψαν πρεσβευτὴν πρὸς Ἀντίπατρον Δημάδην, δοκοῦντα καλῶς πολιτεύεσθαι τὰ πρὸς τοὺς Μακεδόνας, ἀξιοῦντες τὸν Ἀντίπατρον, καθάπερ ἦν ἐξ ἀρχῆς ὡμολογηκώς, ἐξαγαγεῖν τὴν φρουρὰν ἐκ τῆς Μουνυχίας. [2] δ᾽ Ἀντίπατρος τὸ μὲν πρῶτον εὐνοϊκῶς διέκειτο πρὸς τὸν Δημάδην, ὕστερον δὲ Περδίκκου τελευτήσαντος καί τινων βασιλικῶν ἐπιστολῶν εὑρεθεισῶν ἐν τοῖς βασιλικοῖς γράμμασιν, ἐν αἷς ἦν Δημάδης παρακαλῶν τὸν Περδίκκαν κατὰ τάχος διαβαίνειν εἰς τὴν Εὐρώπην ἐπ᾽ Ἀντίπατρον, ἀπηλλοτριώθη πρὸς αὐτὸν καὶ κεκρυμμένην ἐτήρει τὴν ἔχθραν. [3] διόπερ τοῦ Δημάδου κατὰ τὰς ὑπὸ τοῦ δήμου δεδομένας ἐντολὰς ἀπαιτοῦντος τὴν ἐπαγγελίαν καὶ παρρησιωδέστερον ἀπειλήσαντος περὶ τῆς φρουρᾶς μὲν Ἀντίπατρος οὐδεμίαν δοὺς ἀπόκρισιν παρέδωκε τοῖς ἐπὶ τὰς τιμωρίας τεταγμένοις αὐτόν τε τὸν Δημάδην καὶ τὸν υἱὸν Δημέαν συμπρεσβεύοντα τῷ πατρί. [4] οὗτοι μὲν οὖν ἀπαχθέντες εἴς τι οἴκημα εὐτελὲς ἐθανατώθησαν διὰ τὰς προειρημένας [p. 389] αἰτίας. δ᾽ Ἀντίπατρος ἐσχάτως ἤδη διακείμενος ἀπέδειξεν ἐπιμελητὴν τῶν βασιλέων Πολυπέρχοντα καὶ στρατηγὸν αὐτοκράτορα, πρεσβύτατον σχεδὸν ὄντα τῶν Ἀλεξάνδρῳ συνεστρατευμένων καὶ τιμώμενον ὑπὸ τῶν κατὰ τὴν Μακεδονίαν, τὸν δ᾽ υἱὸν Κάσανδρον χιλίαρχον καὶ δευτερεύοντα κατὰ τὴν ἐξουσίαν. [5] δὲ τοῦ χιλιάρχου τάξις καὶ προαγωγὴ τὸ μὲν πρῶτον ὑπὸ τῶν Περσικῶν βασιλέων εἰς ὄνομα καὶ δόξαν προήχθη, μετὰ δὲ ταῦτα πάλιν ὑπ᾽ Ἀλεξάνδρου μεγάλης ἔτυχεν ἐξουσίας καὶ τιμῆς, ὅτε καὶ τῶν ἄλλων τῶν Περσικῶν νομίμων ζηλωτὴς ἐγένετο. διὸ καὶ Ἀντίπατρος κατὰ τὴν αὐτὴν ἀγωγὴν τὸν υἱὸν Κάσανδρον ὄντα νέον ἀπέδειξε χιλίαρχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: