previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


παραδόξου δὲ καὶ ταχείας τῆς περὶ τὸν Εὐμενῆ γενομένης αὐξήσεως Πτολεμαῖος μὲν μετὰ στόλου πλεύσας εἰς Ζεφύριον τῆς Κιλικίας διεπέμπετο πρὸς τοὺς τῶν ἀργυρασπίδων ἡγεμόνας, παρακαλῶν μὴ προσέχειν τῷ Εὐμενεῖ, καθ᾽ οὗ πάντες Μακεδόνες [p. 408] θάνατον κατέγνωσαν. [2] ὁμοίως δὲ πρὸς τοὺς ἐπὶ τῶν ἐν Κυΐνδοις φρουρίων τεταγμένους ἐξέπεμψε, διαμαρτυρόμενος μὴ διδόναι μηδὲν τῶν χρημάτων Εὐμενεῖ καὶ τὴν ἀσφάλειαν αὐτοῖς ἐπηγγείλατο παρέξεσθαι. ἀλλὰ τούτῳ μὲν οὐδεὶς προσεῖχε διὰ τὸ τοὺς βασιλεῖς καὶ τὸν ἐπιμελητὴν αὐτῶν Πολυπέρχοντα, ἔτι δὲ Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα γεγραφέναι πάντα ὑπηρετεῖν Εὐμενεῖ, ὡς ὄντι τῆς βασιλείας αὐτοκράτορι στρατηγῷ. [3] μάλιστα δ᾽ Ἀντιγόνῳ δυσηρέστει τότε τὰ περὶ τὴν Εὐμενοῦς προαγωγὴν καὶ τὸ μέγεθος τῆς περὶ αὐτὸν συνισταμένης ἐξουσίας: ὑπελάμβανε γὰρ ὑπὸ τοῦ Πολυπέρχοντος τοῦτον ἑαυτῷ κατασκευάζεσθαι μέγιστον ἀντίπαλον ἀποστάτῃ γεγονότι τῆς βασιλείας. [4] διόπερ κρίνας ἐπιβουλὴν συστήσασθαι κατ᾽ αὐτοῦ προεχειρίσατο τῶν φίλων Φιλώταν καὶ τούτῳ μὲν ἔδωκεν ἐπιστολὴν γεγραμμένην πρός τε τοὺς ἀργυράσπιδας καὶ τοὺς ἄλλους τοὺς μετ᾽ Εὐμενοῦς Μακεδόνας, συνεξέπεμψε δὲ αὐτῷ καὶ ἄλλους τριάκοντα Μακεδόνας τῶν περιέργων καὶ λάλων, οἷς ἦν προστεταγμένον κατ᾽ ἰδίαν ἐντυχεῖν τοῖς ἡγεμόσι τῶν ἀργυρασπίδων Ἀντιγένει καὶ Τευτάμῳ καὶ διὰ τούτων συστήσασθαί τινα κατ᾽ Εὐμενοῦς ἐπιβουλήν, δωρεάς τε μεγάλας ἐπαγγελλομένους καὶ σατραπείας μείζονας, ὁμοίως δὲ καὶ τῶν ἀργυρασπίδων τοῖς γνωριζομένοις καὶ πολίταις ἐντυγχάνειν καὶ διαφθείρειν δωρεαῖς πρὸς τὴν κατ᾽ Εὐμενοῦς ἐπιβουλήν. [5] τῶν μὲν οὖν [p. 409] ἄλλων οὐδένα πεῖσαι κατίσχυσαν, Τεύταμος δὲ τῶν ἀργυρασπίδων ἡγεμὼν διαφθαρεὶς ἐπεβάλετο καὶ τὸν συνάρχοντα Ἀντιγένην πεῖσαι κοινωνῆσαι τῆς πράξεως. [6] δ᾽ Ἀντιγένης, συνέσει καὶ πίστεως βεβαιότητι διαφέρων, οὐ μόνον ἀντεῖπεν, ἀλλὰ καὶ μετέπεισε τὸν προδιεφθαρμένον. ἐδίδαξε γὰρ αὐτὸν συμφέρειν ζῆν τὸν Εὐμενῆ μᾶλλον τὸν Ἀντίγονον: [7] ἐκεῖνον μὲν γὰρ εἰς πλεῖον ἰσχύσαντα παρελεῖσθαι τὰς σατραπείας αὐτῶν καὶ ἀντικαταστήσειν ἐκ τῶν αὐτοῦ φίλων, Εὐμενῆ δὲ ξένον ὄντα μηδέποτ᾽ ἰδιοπραγῆσαι τολμήσειν, ἀλλὰ στρατηγὸν ὄντα φίλοις αὐτοῖς χρήσεσθαι καὶ συμπράξασι φυλάξειν αὐτοῖς τὰς σατραπείας, τάχα δὲ καὶ ἄλλας προσδώσειν. οἱ μὲν οὖν τὰς κατ᾽ Εὐμενοῦς ἐπιβουλὰς κατασκευάζοντες ἀπέτυχον τὸν προειρημένον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: