previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ τὴν εὐημερίαν ταύτην οἱ μὲν Μεγαλοπολῖται ταῖς ψυχαῖς ἐθάρρησαν, δὲ Πολυπέρχων μετανοηθεὶς ἐπὶ τῇ πολιορκίᾳ καὶ πολὺν χρόνον ἐπιμένειν οὐ δυνάμενος ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπε μέρος τῆς δυνάμεως, αὐτὸς δ᾽ ἐφ᾽ ἑτέρας ἀναγκαιοτέρας πράξεις ἐτρέπετο. [2] καὶ Κλεῖτον μὲν τὸν ναύαρχον μετὰ τοῦ στόλου παντὸς ἐξέπεμψε, προστάξας ἐφεδρεύειν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις καὶ κωλύειν τὰς ἐκ τῆς Ἀσίας διαβιβαζομένας δυνάμεις εἰς τὴν Εὐρώπην, προσλαβέσθαι δὲ καὶ Ἀρριδαῖον τὸν συμπεφευγότα μὲν μετὰ τῶν στρατιωτῶν εἰς τὴν τῶν Κιανῶν πόλιν, ἐχθρὸν δ᾽ ὄντα τοῖς περὶ Ἀντίγονον. [3] τούτου δὲ πλεύσαντος ἐπὶ τὸν Ἑλλήσποντον καὶ προσαγαγομένου τὰς ἐν τῇ Προποντίδι πόλεις, ἔτι δὲ προσδεξαμένου τὴν μετ᾽ Ἀρριδαίου δύναμιν κατέπλευσεν εἰς τοὺς τόπους ἐκείνους Νικάνωρ τῆς Μουνυχίας φρούραρχος, ἐξαπεσταλμένος ὑπὸ Κασάνδρου μετὰ παντὸς τοῦ στόλου: προσελάβετο δὲ καὶ τὰς παρ᾽ Ἀντιγόνου [p. 422] ναῦς, ὥστε τὰς πάσας ἔχειν πλείους τῶν ἑκατόν. [4] γενομένης δὲ ναυμαχίας οὐ μακρὰν τῆς τῶν Βυζαντίων πόλεως ἐνίκα Κλεῖτος καὶ κατέδυσε μὲν τῶν ἐναντίων ναῦς ἑπτακαίδεκα, εἷλε δὲ σὺν αὐτοῖς τοῖς ἀνδράσιν οὐκ ἐλάττω τῶν τεσσαράκοντα: αἱ δὲ λοιπαὶ κατέφυγον εἰς τὸν τῶν Χαλκηδονίων λιμένα. [5] τοιαύτης δ᾽ εὐημερίας γενομένης τοῖς περὶ τὸν Κλεῖτον οὗτος μὲν ὑπέλαβε μηκέτι τολμήσειν τοὺς πολεμίους ναυμαχήσειν διὰ τὸ μέγεθος τῆς ἥττης, δ᾽ Ἀντίγονος πυθόμενος τὰ περὶ τὸν στόλον ἐλαττώματα παραδόξως διὰ τῆς ἰδίας ἀγχινοίας καὶ στρατηγίας ἀνεμαχέσατο τὸ γεγονὸς ἐλάττωμα. [6] παρὰ γὰρ Βυζαντίων μεταπεμψάμενος νυκτὸς ναῦς ὑπηρετικὰς ταύταις μὲν διεβίβαζεν εἰς τὸ πέραν τοξότας τε καὶ σφενδονήτας καὶ τῶν ἄλλων τῶν ψιλικῶν ταγμάτων τοὺς ἱκανούς. οὗτοι δὲ πρὸ ἡμέρας ἐπιθέμενοι τοῖς ἐκ τῶν πολεμίων νεῶν ἀποβεβῃκόσιν ἐπὶ τὴν γῆν καὶ πεζῇ κατεστρατοπεδευκόσι κατεπλήξαντο τοὺς περὶ τὸν Κλεῖτον. ταχὺ δὲ πάντων διὰ τὸν φόβον τεταραγμένων καὶ εἰς τὰς ναῦς ἐμπηδώντων πολὺς ἐγένετο θόρυβος διά τε τὰς ἀποσκευὰς καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων. [7] ἐν τοσούτῳ δὲ Ἀντίγονος ἐξαρτύσας τὰς μακρὰς ναῦς καὶ τῶν ἀλκιμωτάτων πεζῶν πολλοὺς ἐπιβάτας ἐπιστήσας ἀπέστειλε, παρακαλέσας τεθαρρηκότως ἐπιθέσθαι τοῖς [p. 423] πολεμίοις, ὡς πάντως καθ᾽ ἑαυτοὺς ἐσομένου τοῦ νικήματος. [8] τοῦ δὲ Νικάνορος νυκτὸς ἀναχθέντος καὶ διαφωσκούσης τῆς ἡμέρας οὗτοι μὲν ἐπιπεσόντες ἄφνω τοῖς πολεμίοις τεθορυβημένοις εὐθὺς κατὰ τὸν πρῶτον ἐπίπλουν ἐτρέψαντο καὶ τὰς μὲν τοῖς ἐμβόλοις τύπτοντες ἀνέρρηττον, ὧν δὲ τοὺς ταρσοὺς παρέσυρον, ὧν δὲ αὐτάνδρων παραδιδομένων ἀκινδύνως ἐκυρίευον: τέλος δὲ πλὴν μιᾶς τῆς ναυαρχίδος τῶν λοιπῶν πασῶν αὐτάνδρων ἐκυρίευσαν. [9] δὲ Κλεῖτος φυγὼν ἐπὶ τὴν γῆν καὶ καταλιπὼν τὴν ναῦν ἐπεβάλετο μὲν διὰ Μακεδονίας ἀνασώζεσθαι, περιπεσὼν δὲ στρατιώταις τισὶ τοῦ Λυσιμάχου διεφθάρη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: