previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῶν δὲ πρὸς μεσημβρίαν ἐστραμμένων [p. 327] πρώτη μὲν παρὰ τὸν Καύκασόν ἐστιν Ἰνδική, βασιλεία μεγάλη καὶ πολυάνθρωπος, οἰκουμένη δ᾽ ὑπὸ πλειόνων Ἰνδικῶν ἐθνῶν, ὧν ἐστι μέγιστον τὸ τῶν Γανδαριδῶν ἔθνος, ἐφ᾽ οὓς διὰ τὸ πλῆθος τῶν παρ᾽ αὐτοῖς ἐλεφάντων οὐκ ἐπεστράτευσεν Ἀλέξανδρος. [2] ὁρίζει δὲ τὴν χώραν ταύτην καὶ τὴν ἑξῆς Ἰνδικὴν ποταμὸς ὀνομαζόμενος Γάγγης, μέγιστος ὢν τῶν περὶ τοὺς τόπους καὶ τὸ πλάτος ἔχων σταδίων τριάκοντα. ἐχομένη δὲ ταύτης λοιπὴ τῆς Ἰνδικῆς, ἣν κατεπολέμησεν Ἀλέξανδρος, παραποταμίοις ὕδασι κατάρρυτος καὶ κατὰ τὴν εὐδαιμονίαν ἐπιφανεστάτη, καθ᾽ ἣν ὑπῆρχε σὺν ἄλλαις πλείοσι βασιλείαις τε τοῦ Πώρου καὶ Ταξίλου δυναστεία, δι᾽ ἧς συμβαίνει ῥεῖν τὸν Ἰνδὸν ποταμόν, ἀφ᾽ οὗ τὴν προσηγορίαν ἔσχεν χώρα. [3] ἐχομένη δὲ τῆς Ἰνδικῆς ἀφώριστο σατραπείας Ἀραχωσία καὶ Κεδρωσία καὶ Καρμανία, πρὸς δὲ ταύταις Περσίς, ἐν τὴν Σουσιανὴν καὶ Σιττακινὴν κεῖσθαι συμβέβηκεν: ἑξῆς δὲ Βαβυλωνία μέχρι τῆς κατὰ τὴν Ἀραβίαν ἀοικήτου: ἐκ δὲ θατέρου μέρους, ἀφ᾽ οὗ ποιούμεθα τὴν ἀνάβασιν, Μεσοποταμία περιειλημμένη δυσὶ ποταμοῖς, τῷ τε Εὐφράτῃ καὶ Τίγριδι, δι᾽ οὓς τέτευχε ταύτης τῆς προσηγορίας: ἐχομένη δὲ τῆς Βαβυλωνίας Συρία ἄνω καλουμένη καὶ αἱ συνεχεῖς ταύτῃ παραθαλάττιοι Κιλικία καὶ Παμφυλία [p. 328] καὶ Κοίλη Συρία, καθ᾽ ἣν Φοινίκη περιείληπται. παρὰ δὲ τὰ πέρατα τῆς Κοίλης Συρίας καὶ τὴν συνεχῶς κειμένην ἔρημον, καθ᾽ ἣν Νεῖλος φερόμενος ὁρίζει Συρίαν τε καὶ τὴν Αἴγυπτον, ἀπεδέδεικτο σατραπεία πασῶν ἀρίστη καὶ προσόδους ἔχουσα μεγάλας [4] Αἴγυπτος. πᾶσαι δ᾽ αὗται καυματώδεις εἰσίν, ὡς ἀντιπνέοντος τοῦ κατὰ μεσημβρίαν ἀέρος τῷ πρὸς ἄρκτους καθήκοντι. αἱ μὲν οὖν ὑπ᾽ Ἀλεξάνδρου καταπολεμηθεῖσαι σατραπεῖαι τὸν εἰρημένον τρόπον κείμεναι διεμερίσθησαν τοῖς ἀξιολογωτάτοις τῶν ἀνδρῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), GERMA´NII
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: