previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δ᾽ ἐν ταῖς ἄνω καλουμέναις σατραπείαις κατοικισθέντες Ἕλληνες ὑπ᾽ Ἀλεξάνδρου, ποθοῦντες μὲν τὴν Ἑλληνικὴν ἀγωγὴν καὶ δίαιταν, ἐν δὲ ταῖς ἐσχατιαῖς τῆς βασιλείας ἐξερριμμένοι, ζῶντος μὲν τοῦ βασιλέως ὑπέμενον διὰ τὸν φόβον, τελευτήσαντος δὲ ἀπέστησαν. [2] συμφρονήσαντες δὲ καὶ ἑλόμενοι στρατηγὸν Φίλωνα τὸν Αἰνιᾶνα δύναμιν ἀξιόλογον συνεστήσαντο. πεζοὺς μὲν γὰρ εἶχον πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ τρισχιλίους, πάντας δὲ τῶν κατὰ τὸν πόλεμον ἀγώνων πολλάκις πεῖραν εἰληφότας καὶ διαφόρους ταῖς ἀνδραγαθίαις. [3] Περδίκκας δὲ πυθόμενος τὴν τῶν Ἑλλήνων ἀπόστασιν ἐκλήρωσεν ἐκ τῶν Μακεδόνων πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους. τοῦ δὲ πλήθους ἑλόμενος στρατηγὸν Πίθωνα τὸν σωματοφύλακα μὲν Ἀλεξάνδρου γεγονότα, φρονήματος δὲ πλήρη καὶ δυνάμενον στρατηγεῖν παρέδωκε τούτῳ τοὺς ἀποκληρωθέντας. δοὺς δ᾽ αὐτῷ πρὸς τοὺς σατράπας ἐπιστολὰς, [p. 329] ἐν αἷς γεγραμμένον ἦν στρατιώτας δοῦναι τῷ Πίθωνι μυρίους μὲν πεζούς, ἱππεῖς δὲ ὀκτακισχιλίους, ἐξαπέστειλεν ἐπὶ τοὺς ἀποστάντας. [4] δὲ Πίθων μεγαλεπίβολος ὢν ἀσμένως ὑπήκουσεν εἰς τὴν στρατείαν, διανοούμενος τοὺς μὲν Ἕλληνας ταῖς φιλανθρωπίαις προσάγεσθαι, τὴν δὲ δύναμιν τῇ τούτων συμμαχίᾳ μεγάλην ποιήσας ἰδιοπραγεῖν καὶ τῶν ἄνω σατραπειῶν δυναστεύειν. [5] δὲ Περδίκκας ὑφορώμενος αὐτοῦ τὴν ἐπιβολήν διεκελεύσατο καταπολεμήσαντα τοὺς ἀφεστηκότας ἅπαντας ἀποκτεῖναι καὶ τὰ λάφυρα διαδοῦναι τοῖς στρατιώταις. δὲ Πίθων ἀναζεύξας μετὰ τῶν δεδομένων αὐτῷ στρατιωτῶν καὶ παρὰ τῶν σατραπῶν προσλαβόμενος τοὺς συμμάχους ἧκεν μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τοὺς ἀφεστηκότας. διὰ δέ τινος Αἰνιᾶνος διαφθείρας Λητόδωρον, ἐπὶ τρισχιλίων στρατιωτῶν παρὰ τοῖς ἀποστάταις τεταγμένον, τοῖς ὅλοις προετέρησε. [6] γινομένης γὰρ τῆς παρατάξεως καὶ τῆς νίκης ἀμφιδοξουμένης προδότης ἐγκαταλιπὼν τοὺς συμμάχους ἀλόγως ἀπῆλθεν ἐπί τινα λόφον, ἔχων τρισχιλίους. οἱ δ᾽ ἄλλοι δόξαντες τούτους πρὸς φυγὴν ὡρμηκέναι διεταράχθησαν καὶ τραπέντες ἔφυγον. [7] δὲ Πίθων νικήσας τῇ μάχῃ διεκηρύξατο πρὸς τοὺς ἡττημένους, [p. 330] κελεύων τὰ μὲν ὅπλα καταθέσθαι, αὐτοὺς δὲ τὰ πιστὰ λαβόντας ἐπὶ τὰς ἰδίας κατοικίας ἀναχωρῆσαι. [8] γενομένων δ᾽ ἐπὶ τούτοις ὅρκων καὶ τῶν Ἑλλήνων ἀναμιχθέντων τοῖς Μακεδόσιν μὲν Πίθων περιχαρὴς ἦν, κατὰ νοῦν αὐτῷ προχωρούντων τῶν πραγμάτων, οἱ δὲ Μακεδόνες μνησθέντες μὲν τῆς τοῦ Περδίκκου παραγγελίας, οὐδὲν δὲ φροντίσαντες τῶν γεγενημένων ὅρκων παρεσπόνδησαν τοὺς Ἕλληνας. [9] ἀπροσδοκήτως γὰρ αὐτοῖς ἐπιθέμενοι καὶ λαβόντες ἀφυλάκτους ἅπαντας κατηκόντισαν καὶ τὰ χρήματα διήρπασαν. μὲν οὖν Πίθων διαψευσθεὶς τῶν ἐλπίδων ἀπῆλθε μετὰ τῶν Μακεδόνων πρὸς τὸν Περδίκκαν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: