previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀλκέτας μετὰ τὸν Περδίκκου θάνατον οὐκ ἔχων συμμάχους κατὰ τὴν Ἀσίαν ἔκρινε τοὺς Πισίδας εὐεργετεῖν, νομίζων ἕξειν συμμάχους πολεμικοὺς ἄνδρας καὶ χώραν ἔχοντας δυσέμβολον καὶ μεστὴν ὀχυρῶν φρουρίων. [2] διόπερ ἐν ταῖς στρατείαις παρὰ πάντας τοὺς συμμάχους ἐτίμα περιττότερον τούτους καὶ τὰς μὲν ἐκ τῆς πολεμίας ὠφελείας ἐμέριζεν αὐτοῖς, διδοὺς τῶν λαφύρων τὰ ἡμίση, κατὰ δὲ τὰς ὁμιλίας λόγοις φιλανθρώποις χρώμενος καὶ κατὰ τὰ σύνδειπνα καθ᾽ ἡμέραν τοὺς ἀξιολογωτάτους ἐν μέρει παραλαμβάνων ἐπὶ τὰς ἑστιάσεις, ἔτι δὲ τιμῶν πολλοὺς δωρεαῖς ἀξιολόγοις ἰδίους ταῖς εὐνοίαις κατεσκεύασεν. [3] διόπερ καὶ τότε τὰς ἐλπίδας ἔχοντος ἐν τούτοις Ἀλκέτου τῶν ἐλπίδων αὐτὸν οὐ διεψεύσαντο. τοῦ γὰρ Ἀντιγόνου μετὰ πάσης τῆς δυνάμεως πλησίον τῆς Τερμησσοῦ καταστρατοπεδεύσαντος [p. 386] καὶ τὸν Ἀλκέταν ἐξαιτοῦντος, ἔτι δὲ τῶν πρεσβυτέρων συμβουλευόντων ἐκδοῦναι συστραφέντες οἱ νεώτεροι πρὸς τοὺς γονεῖς διαστάντες ἐψηφίσαντο πᾶν ὑπομένειν δεινὸν ἕνεκα τῆς τούτου σωτηρίας. [4] οἱ δὲ πρεσβύτεροι τὸ μὲν πρῶτον πείθειν ἐπεχείρουν τοὺς νέους μὴ δι᾽ ἕνα Μακεδόνα περιιδεῖν τὴν πατρίδα γινομένην δοριάλωτον: ἐπεὶ δ᾽ ἀμετάθετον αὐτῶν τὴν ὁρμὴν ἑώρων, λάθρᾳ συμφρονήσαντες ἐξέπεμψαν νυκτὸς πρεσβείαν πρὸς Ἀντίγονον, ἐπαγγελλόμενοι τὸν Ἀλκέταν ζῶντα παραδώσειν τετελευτηκότα. [5] ἠξίουν δ᾽ αὐτὸν ἐφ᾽ ἡμέρας τινὰς προσβάλλοντα τῇ πόλει καὶ δι᾽ ἀκροβολισμῶν ἐλαφρῶν προαγόμενον τοὺς ἐκ τῆς πόλεως ὑποχωρεῖν ὡς φεύγοντα: τούτου γὰρ γενομένου καὶ τῶν νεωτέρων περὶ τὴν μάχην ἐκτὸς τῆς πόλεως ἀσχολουμένων λήψεσθαι καιρὸν οἰκεῖον ταῖς ἰδίαις ἐπιβολαῖς. [6] δ᾽ Ἀντίγονος πεισθεὶς ὑπ᾽ αὐτῶν καὶ μακρὰν τῆς πόλεως μεταστρατοπεδεύσας διὰ τῶν ἀκροβολισμῶν προεσπᾶτο τοὺς νέους εἰς τὸν ἐκτὸς τῆς πόλεως ἀγῶνα. [7] οἱ δὲ πρεσβύτεροι μεμονωμένον ὁρῶντες τὸν Ἀλκέταν καὶ τῶν τε δούλων τοὺς πιστοτάτους καὶ τῶν ἀκμαζόντων πολιτῶν ἐπιλέξαντες τοὺς μὴ συστρατευομένους τῷ Ἀλκέτᾳ τὴν ἐπίθεσιν ἐποιήσαντο κατὰ τὴν ἀπουσίαν τῶν νέων. ζωγρῆσαι μὲν οὖν αὐτὸν οὐ κατίσχυσαν ῾ἔφθασε γὰρ αὑτὸν διαχειρισάμενος, ὅπως μὴ ζῶν ὑποχείριος γένηται τοῖς πολεμίοισ᾽, τὸ δὲ σῶμα αὐτοῦ θέντες ἐπὶ κλινίδιον καὶ συγκατακαλύψαντες εὐτελεῖ τρίβωνι κατὰ τὰς πύλας [p. 387] ἐξήνεγκαν καὶ λαθόντες τοὺς ἀκροβολιζομένους παρέδωκαν Ἀντιγόνῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: