previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πάντων δ᾽ ἀποδεξαμένων τοὺς λόγους ταχέως ἅπαντα κατεσκευάσθη τὰ πρὸς τὴν χρείαν, ὡς ἂν πολυχρύσου τῆς βασιλικῆς οὔσης γάζης. εὐθὺς οὖν κατασκευασθείσης μεγαλοπρεποῦς σκηνῆς τε θρόνος ἔχων τὸ διάδημα καὶ τὸ σκῆπτρον ἐτέθη καὶ τὰ ὅπλα οἷς εἰώθει χρῆσθαι καὶ κειμένης ἐσχάρας ἐχούσης πῦρ ἐπέθυον ἐκ κιβωτίου χρυσοῦ πάντες οἱ ἡγεμόνες τόν τε λιβανωτὸν καὶ τῶν ἄλλων θυμιαμάτων εὐωδῶν τὰ πολυτελέστατα καὶ προσεκύνουν ὡς θεὸν τὸν Ἀλέξανδρον. [2] ἀκολούθως δὲ τούτοις δίφρων πολλῶν κειμένων ἐκάθιζον ἐπὶ τούτων οἱ τὰς ἡγεμονίας ἔχοντες καὶ συνεδρεύοντες ἐβουλεύοντο περὶ τῶν ἀεὶ κατεπειγόντων. δ᾽ Εὐμενὴς ἐν πᾶσι τοῖς χρηματιζομένοις [p. 407] ἴσον ἑαυτὸν τοῖς ἄλλοις ἡγεμόσιν ἀποδεικνύων καὶ πάντας ταῖς φιλανθρωποτάταις ὁμιλίαις δημαγωγῶν τόν τε καθ᾽ ἑαυτοῦ φθόνον ἀπετρίψατο καὶ πολλὴν εὔνοιαν ἐν τοῖς ἡγεμόσι πρὸς ἑαυτὸν κατεσκεύασεν. [3] ἅμα δὲ καὶ τῆς κατὰ τὸν βασιλέα δεισιδαιμονίας ἐνισχυούσης ἀγαθῶν ἐλπίδων ἅπαντες ἐπληροῦντο, καθάπερ θεοῦ τινος αὐτῶν ἡγουμένου. ὁμοίως δὲ τούτοις καὶ πρὸς τοὺς ἀργυράσπιδας Μακεδόνας πολιτευόμενος ἀποδοχῆς μεγάλης ἐτύγχανεν παρ᾽ αὐτοῖς, ὡς ἄξιος ὢν τῆς τῶν βασιλέων φροντίδος. [4] προχειρισάμενος δὲ τῶν φίλων τοὺς εὐθετωτάτους καὶ δοὺς χρήματα δαψιλῆ πρὸς τὴν ξενολογίαν ἐξέπεμψεν ὁρίας ἀξιολόγους μισθούς. εὐθὺς δ᾽ οἱ μὲν εἰς τὴν Πισιδικὴν καὶ Λυκίαν καὶ τὴν πλησιόχωρον παρελθόντες ἐξενολόγουν ἐπιμελῶς, οἱ δὲ τὴν Κιλικίαν ἐπεπορεύοντο, ἄλλοι δὲ τὴν Κοίλην Συρίαν καὶ Φοινίκην, τινὲς δὲ τὰς ἐν τῇ Κύπρῳ πόλεις. [5] διαβοηθείσης δὲ τῆς ξενολογίας καὶ τῆς μισθοφορᾶς ἀξιολόγου προκειμένης πολλοὶ καὶ ἐκ τῶν τῆς Ἑλλάδος πόλεων ἐθελοντὶ κατήντων καὶ πρὸς τὴν στρατείαν ἀπεγράφοντο. ἐν ὀλίγῳ δὲ χρόνῳ συνήχθησαν πεζοὶ μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ δισχίλιοι χωρὶς τῶν ἀργυρασπίδων καὶ τῶν μετ᾽ Εὐμενοῦς κατηντηκότων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: