previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τότε διανοούμενος Εὐμενὴς ἐμφρόνως τὰ καθ᾽ ἑαυτὸν ἠσφαλίσατο, προορώμενος τὴν τῆς τύχης καινοτομίαν. ὁρῶν γὰρ ἑαυτὸν μὲν ξένον ὄντα καὶ μηδὲν προσήκοντα βασιλικαῖς ἐξουσίαις, τοὺς δ᾽ ὑποταττομένους Μακεδόνας θάνατον αὐτοῦ προκατεγνωκότας, τοὺς δ᾽ ἐν ταῖς στρατιωτικαῖς ἡγεμονίαις διατρίβοντας φρονήματος πλήρεις ὑπάρχοντας καὶ μεγάλων πραγμάτων ὀρεγομένους ὑπέλαβεν ἔσεσθαι περὶ αὐτὸν συντόμως καταφρόνησιν ἅμα καὶ φθόνον καὶ τὸ τελευταῖον τὸν περὶ τοῦ ζῆν κίνδυνον: μηδένα γὰρ ποιήσειν ἑκουσίως τὸ προσταττόμενον ὑπὸ τῶν ἡττόνων εἶναι δοκούντων μηδὲ καρτερήσειν δεσποζόμενον ὑπὸ τῶν ὀφειλόντων ἑτέροις ὑποτάττεσθαι. [2] δοὺς δὲ αὑτῷ περὶ τούτων λόγον πρῶτον μὲν διδομένων αὐτῷ τῶν πεντακοσίων ταλάντων κατὰ τὰς τῶν βασιλέων ἐπιστολὰς εἰς ἀνάληψιν καὶ κατασκευὴν οὐκ ἔφησε λήψεσθαι: μὴ γὰρ προσδεῖσθαι τηλικαύτης δωρεᾶς, ὡς ἂν μηδεμιᾶς αὐτοῦ σπεύδοντος τυχεῖν ἡγεμονίας. [3] καὶ γὰρ νῦν οὐχ ἑκουσίως αὐτὸν ὑπακηκοέναι πρὸς ταύτην τὴν χρείαν, ἀλλ᾽ ὑπὸ τῶν βασιλέων συνηναγκάσθαι προσδέξασθαι τὴν τοιαύτην λειτουργίαν. καθόλου γὰρ διὰ τὴν συνέχειαν τῆς στρατείας μηκέτι δύνασθαι φέρειν τὰς κακοπαθίας καὶ πλάνας, καὶ ταῦτα μηδεμιᾶς ὑποκειμένης ἀρχῆς ξένῳ καὶ τῆς ὁμοεθνοῦς τοῖς Μακεδόσιν ἐξουσίας κεχωρισμένῳ. [4] ἀπεφαίνετο δὲ αὑτὸν [p. 406] ἑωρακέναι κατὰ τὸν ὕπνον ὄψιν παράδοξον, ἣν ἀναγκαῖον ἡγεῖσθαι δηλῶσαι πᾶσι: δοκεῖν γὰρ αὐτὴν πολλὰ συνεργήσειν πρός τε ὁμόνοιαν καὶ τὸ κοινῇ συμφέρον. [5] δόξαι γὰρ κατὰ τὸν ὕπνον ὁρᾶν Ἀλέξανδρον τὸν βασιλέα ζῶντα καὶ τῇ βασιλικῇ σκευῇ κεκοσμημένον χρηματίζειν καὶ τὰ προστάγματα διδόναι τοῖς ἡγεμόσι καὶ πάντα τὰ κατὰ τὴν βασιλείαν διοικεῖν ἐνεργῶς. [6] »διόπερ οἶμαι δεῖν ἐκ τῆς βασιλικῆς γάζης κατασκευάσαι χρυσοῦν θρόνον, ἐν τεθέντος τοῦ διαδήματος καὶ σκήπτρου καὶ στεφάνου καὶ τῆς ἄλλης κατασκευῆς ἐπιθύειν ἅμ᾽ ἡμέρᾳ πάντας αὐτῷ τοὺς ἡγεμόνας καὶ πλησίον τοῦ θρόνου συνεδρεύειν καὶ τὰ προστάγματα λαμβάνειν ἐκ τοῦ ὀνόματος τοῦ βασιλέως, ὡς ζῶντος καὶ προεστηκότος τῆς ἰδίας βασιλείας

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: