previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέντοι Λούκουλλος οὐχ ἡδόμενος μόνον, ἀλλὰ καὶ σεμνυνόμενος τῷ βίῳ τούτῳ δῆλος ἦν ἐκ τῶν ἀπομνημονευομένων, λέγεται γὰρ Ἕλληνας ἀνθρώπους ἀναβάντας εἰς Ῥώμην ἑστιᾶν ἐπὶ πολλὰς ἡμέρας, τοὺς δ᾽ ὄντως Ἑλληνικόν τι παθόντας, αἰσχύνεσθαι καὶ διωθεῖσθαι [p. 602] τὴν κλῆσιν, ὡς δι᾽ αὐτοὺς καθ᾽ ἡμέραν τοσούτων [2] ἀναλισκομένων τὸν οὖν Λούκουλλον εἰπεῖν μειδιάσαντα πρὸς αὐτούς: ‘γίνεται μέν τι τούτων καὶ δι᾽ ὑμᾶς, ἄνδρες Ἕλληνες: τὰ μέντοι πλεῖστα γίνεται διὰ Λούκουλλον.’ ἐπεὶ δὲ μόνου δειπνοῦντος αὐτοῦ μία τράπεζα καὶ μέτριον παρεσκευάσθη δεῖπνον, ἠγανάκτει καλέσας τὸν ἐπὶ τούτῳ τεταγμένον οἰκέτην. τοῦ δὲ φήσαντος, ὡς οὐκ ᾤετο μηδενὸς κεκλημένου πολυτελοῦς τινος αὐτὸν δεήσεσθαιτί λέγεις;’ εἶπεν, ‘οὐκ ᾔδεις, ὅτι σήμερον παρὰ Λουκούλλῳ δειπνεῖ Λούκουλλος;’ [3] ὄντος δὲ περὶ τούτου, ὡς εἰκὸς, ἐν τῇ πόλει λόγου πολλοῦ, προσῆλθον αὐτῷ κατ᾽ ἀγορὰν σχολὴν ἄγοντι Κικέρων καὶ Πομπήιος, μέν ἐν τοῖς μάλιστα φίλος ὢν καὶ συνήθης, Πομπηΐῳ δ᾽ ἦν μέν ἐκ τῆς στρατηγίας διαφορὰ πρὸς αὐτόν, εἰώθεισαν δὲ χρῆσθαι καὶ διαλέγεσθαι πολλάκις ἐπιεικῶς ἀλλήλοις. [4] ἀσπασάμενος οὖν Κικέρων αὐτὸν ἠρώτησεν, ὅπως ἔχει πρὸς ἔντευξιν τοῦ δὲ φήσαντος, ὡς ἄριστα, καὶ παρακαλοῦντος ἐντυγχάνεινἡμεῖς,’ ἔφη, ‘βουλόμεθα δειπνῆσαι παρά σοὶ τήμερον οὕτως, ὅπως ἐστί σοι παρεσκευασμέναθρυπτομένου δὲ τοῦ Λουκούλλου καὶ μεταλαβεῖν ἡμέραν ἀξιοῦντος οὐκ ἔφασαν ἐπιτρέψειν, οὐδ᾽ εἴων διαλέγεσθαι τοῖς οἰκέταις, ἵνα μή τι πλέον κελεύσῃ γενέσθαι τῶν αὐτῷ γινομένων, [5] πλὴν τοσοῦτο μόνον αἰτουμένῳ συνεχώρησαν εἰπεῖν πρὸς ἕνα τῶν οἰκετῶν ἐναντίον ἐκείνων, ὅτι τήμερον ἐν τῷ Ἀπόλλωνι δειπνήσοι: τοῦτο γάρ τις εἶχε τῶν πολυτελῶν οἴκων ὄνομα: [p. 604] καὶ τοῦτο σεσοφισμένος ἐλελήθει τοὺς ἄνδρας, ἑκάστῳ γὰρ, ὡς ἔοικε, δειπνητηρίῳ τεταγμένον ἦν τίμημα δείπνου, καὶ χορηγίαν ἰδίαν καὶ παρασκευὴν ἕκαστον εἶχεν, ὥστε τοὺς δούλους ἀκούσαντας, ὅπου βούλεται δειπνεῖν, εἰδέναι, πόσον δαπάνημα καὶ ποῖόν τι κόσμῳ καὶ διαθέσει γενέσθαι δεῖ τὸ δεῖπνον εἰώθει δὲ δειπνεῖν ἐν τῷ Ἀπόλλωνι πέντε μυριάδων: [6] καὶ τότε τοσούτου τελεσθέντος ἐξέπληξε τοὺς περὶ τὸν Πομπήϊον ἐν τῷ μεγέθει τῆς δαπάνης τὸ τάχος τῆς παρασκευῆς, εἰς ταῦτα μέν οὖν ὑβριστικῶς ἐχρῆτο τῷ πλούτῳ καθάπερ ὄντως αἰχμαλώτῳ καὶ βαρβάρῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: