This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλὰ καὶ πρὸς τὸν παροξύνοντα αὐτὸν ὑπὲρ τούτου, ἵνα τι ἀποκρίνηται τῷ Πλάτωνι, ὃ δὲ καὶ πάνυ ἐμφρόνως κατασιγάζων τὸν ἄνδρα ἔφατο ῾ἀλλὰ τοῦτο ἐμοὶ συμφέρει.᾿ Προείλοντο τοῦ Φωκίωνος Ἀθηναῖοι τὸν Δημάδην στρατηγεῖν. ὃ δὲ προτιμηθεὶς καὶ μέγα φρονῶν, προσελθὼν τῷ Φωκίων̣̣̔̓ ῾χρῆσόν μοἰ ἔφη ῾τὴν ῥυπαρὰν χλαμύδα, ἣν εἰώθεις φορεῖν παρὰ τὴν στρατηγίαν.᾿ καὶ ὃς ῾οὐδέποτἐ εἶπεν ῾οὐδενὸς ῥυπαροῦ σὺ ἀπορήσεις, ἔστ᾽ ἂν ᾖς τοιοῦτος.᾿
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.