Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ Σακῶν ἵπποι, ἐὰν ἀποβάλῃ τις τὸν δεσπότην, ἐς τὸ ἀναβῆναι αὐτὸν παρέστηκεν. ἐὰν δέ τις γῆμαι βούληται παρθένον, μονομαχεῖ τῇ παιδί. καὶ κρατήσασα μὲν αἰχμάλωτον ἄγεται καὶ κρατεῖ αὐτοῦ καὶ ἄρχει: ἐὰν δὲ νικηθῇ, ἄρχεται. μονομαχοῦσι δὲ ἄχρι νίκης, οὐ μέχρι θανάτου. πενθοῦντες δὲ οἱ Σάκαι ἐς οἴκους τινὰς ὑπάντρους καὶ κατασκίους ἀποκρύπτονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.