Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Αἰγύπτιοί φασι παρ᾽ Ἑρμοῦ τὰ νόμιμα ἐκμουσωθῆναι: [p. 169] θῆναι: οὕτω δὲ καὶ ἕκαστοι τὰ παρ᾽ ἑαυτοῖς σεμνύνειν προῄρηνται. δικασταὶ δὲ τὸ ἀρχαῖον παρ᾽ Αἰγυπτίοις οἱ ἱερεῖς ἦσαν. ἦν δὲ τούτων ἄρχων ὁ πρεσβύτατος, καὶ ἐδίκαζεν ἅπαντας. ἔδει δὲ αὐτὸν εἶναι δικαιότατον ἀνθρώπων καὶ ἀφειδέστατον. εἶχε δὲ καὶ ἄγαλμα περὶ τὸν αὐχένα ἐκ σαπφείρου λίθου, καὶ ἐκαλεῖτο τὸ ἄγαλμα Ἀλήθεια. ἐγὼ δὲ ἠξίουν μὴ λίθου πεποιημένην καὶ εἰκασμένην τὴν Ἀλήθειαν περιφέρειν τὸν δικαστήν, ἀλλ᾽ ἐν αὐτῇ τῇ ψυχῇ ἔχειν αὐτήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.