Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀλέξανδρος ὁ Φιλίππου, παῖς ὢν οὔπω πρόσηβος, ἐμάνθανε κιθαρίζειν. τοῦ δὲ διδάσκοντος κροῦσαι κελεύσαντος χορδήν τινα σὺν μέλει καὶ ἣν ἀπῄτει τὰ κιθαρίσματα, ῾καὶ τί διοίσεἰ ἔφη ῾ἐὰν ταύτην κρούσω; ἑτέραν δείξας. ὃ δὲ οὐδὲν ἔφη διαφέρειν τῷ μέλλοντι βασιλεύσειν ἀλλὰ τῷ ἐπὶ τέχνῃ κιθαρίσειν μέλλοντι. ἔδεισε δὲ ἄρα οὗτος τὸ τοῦ Λίνου πάθος. τὸν γὰρ Ἡρακλῆ ὁ Λῖνος ἔτι παῖδα ὄντα κιθαρίζειν ἐπαίδευεν: ἀμουσότερον δὲ ἁπτομένου τοῦ ὀργάνου, ἐχαλέπηνε πρὸς αὐτὸν ὁ Λῖνος. ὃ δὲ ἀγανακτήσας ὁ Ἡρακλῆς τῷ πλήκτρῳ τοῦ Λίνου καθίκετο καὶ ἀπέκτεινεν αὐτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.