previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Στράτων Σιδώνιος λέγεται τρυφῇ καὶ πολυτελείᾳ ὑπερβαλέσθαι σπεῦσαι ἀνθρώπους πάντας. καὶ Θεόπομπος Χῖος παραβάλλει αὐτοῦ τὸν βίον τῇ τῶν Φαιάκων διαίτῃ, ἥνπερ καὶ Ὅμηρος κατὰ τὴν ἑαυτοῦ μεγαλόνοιαν ὥσπερ εἴθιστο ἐξετραγῴδησεν. τούτῳ γε μὴν οὐχ εἷς παρῆν ᾠδός, κατᾴδων αὐτοῦ τὸ δεῖπνον καὶ καταθέλγων αὐτόν, ἀλλὰ πολλαὶ μὲν παρῆσαν γυναῖκες μουσουργοὶ καὶ αὐλητρίδες καὶ ἑταῖραι κάλλει διαπρέπουσαι καὶ ὀρχηστρίδες. διεφιλοτιμεῖτο δὲ ἰσχυρῶς καὶ πρὸς Νικοκλέα τὸν Κύπριον, ἐπεὶ καὶ ἐκεῖνος πρὸς αὐτόν. ἦν δὲ ἅμιλλα ὑπὲρ οὐδενὸς σπουδαίου, ἀλλ᾽ ὑπὲρ τῶν προειρημένων. καὶ πυνθανόμενοι παρὰ τῶν ἀφικνουμένων τὰ παρ᾽ ἀλλήλοις, εἶτα ἀντεφιλοτιμοῦντο ἑκάτερος ὑπερβαλέσθαι τὸν ἕτερον. οὐ μὴν ἐς τὸ παντελὲς ἐν τούτοις διεγένοντο: ἀμφότεροι γὰρ βιαίου θανάτου ἔργον ἐγένοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: