previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῖς θεοῖς. ἀλλ᾽, ἄνδρες, οἱ τῆς μεγάλης ἔνοικοι πόλεως, εἴ τι μέτεστιν ὑμῖν προνοίας μὴ ἐμὲ ψεύσασθαι τὴν εὐχὴν, συνάρασθε τῷ τολμήματι, ἵνα τῶν ἐγκωμίων πρῶτον ἀρχόμενοι καὶ τοῦτο ἔχωμεν λέγειν ὅτι εὐθὺς μὲν τοιούτοις ἀνδράσιν ἐντυχεῖν ἦν, ὑφ᾽ ὧν τις, κἂν ἄμουσος τὸ πρὶν, κατ᾽ Εὐριπίδην, ἐμμελής τε καὶ δεξιὸς εὐθὺς γίγνεται καὶ δύναται λέγειν καὶ περὶ τῶν μειζόνων καθ᾽ αὑτόν: τὴν δὲ πόλιν ᾁδουσι μὲν πάντες καὶ ᾁσονται, τοσούτῳ δὲ ἐλάττω ποιοῦσιν σιωπῶντες, ὅσῳ παρὰ μὲν τὴν σιωπὴν οὔτε μείζονα οὔτ᾽ ἐλάττονα ἔστι ποιῆσαι τῆς οὔσης, ἀλλ᾽ ἀκέραιος τῇ γνώσει μένει, οἱ δὲ λόγοι τοὐναντίον οὗ βούλονται ποιοῦσιν: ἐπαινοῦντες γὰρ οὐ δεικνύουσιν ἀκριβῶς θαυμάζουσιν, ἀλλ᾽ ὥσπερ ἂν εἴ τις ζωγράφος σῶμα καλὸν καὶ περίβλεπτον ἐπιχειρῶν δεῖξαι διὰ τέχνης, εἶτα ἀπολείποιτο, πᾶς τις ἂν φαίη δή που λυσιτελεῖν μὴ γράφειν, ἀλλ᾽ αὐτὸ ἰδεῖν ἐᾶν, μὴ δεικνύειν αὐτοῖς ἐπὶ τὸ χεῖρον μιμούμενον, ὣς δὲ καὶ περὶ ταύτης μοι δοκεῖ τῆς πόλεως ἔχειν: ἀφαιροῦσιν οἱ λόγοι τὰ πολλὰ τῶν θαυμάτων καὶ ποιεῖν δοκοῦσί μοι παραπλήσιον ὥσπερ ἂν εἴ τις στρατιᾶς πλῆθος ἐξαγγεῖλαι βουλόμενος, οἷον τῆς Ξέρξου, καὶ πάνυ δὴ θαυμάζων, εἶτα λέγοι μυρίους δισμυρίους στρατιώτας ἰδεῖν, ἵππον δὲ τόσην καὶ τόσην, οὐδὲ πολλοστὸν μέρος τοῦ παντὸς λέγων ἐν οἷς θαυμάζει. [p. 323]

γὰρ δὴ πρώτη λόγου δύναμιν ἐξελέγξασα οὐκ ἐπὶ πᾶν ἐφικνουμένην ἥδε ἐστί: περὶ ἧς μὴ ὅτι εἰπεῖν κατὰ τὴν ἀξίαν ἔστιν, ἀλλ᾽ οὐδ᾽ ἰδεῖν ἀξίως αὐτὴν, ἀλλ᾽ ὡς ἀληθῶς Ἄργου τινὸς πανόπτου, μᾶλλον δὲ τοῦ κατέχοντος αὐτὴν πανόπτου θεοῦ δεῖ. τίς γὰρ ἂν τοσάσδε ὀρῶν κορυφὰς κατειλημμένας, πεδίων νομοὺς ἐκπεπολισμένους, γῆν τοσήνδε εἰς μιᾶς πόλεως ὄνομα συνηγμένην, εἶτα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: