previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ ἡδίστη αὐτὴ ἑκάστη φανεῖται. πάντα δὲ μεστὰ γυμνασίων, κρηνῶν, προπυλαίων, νεῶν, δημιουργιῶν, διδασκάλων, ἐπιστημόνως τε ἔξεστιν εἰπεῖν οἷον πεπονηκυῖαν ἐξ ἀρχῆς ἀνακεκομίσθαι τὴν οἰκουμένην. δωρεαὶ δ᾽ οὔποτε [p. 365] λείπουσιν εἰς ταύτας παρ᾽ ὑμῶν ἰοῦσαι, οὐδ᾽ ἔστιν εὑρεῖν τοὺς μειζόνων τετυχηκότας διὰ τὴν ὁμοίαν εἰς ἅπαντας ὑμῶν φιλανθρωπίαν. πόλεις τε οὖν δή που λάμπουσιν αἴγλῃ καὶ χάριτι καὶ γῆ πᾶσα οἷον παράδεισος ἐγκεκόσμηται. καπνοὶ δ᾽ ἐκ πεδίων καὶ φρυκτοὶ φίλιοι καὶ πολέμιοι, οἷον πνεύματος ἐκριπίσαντος, φροῦδοι γῆς ἐπέκεινα καὶ θαλάττης: ἀντεισῆκται δὲ θέας πᾶσα χάρις καὶ ἀγώνων ἄπειρος ἀριθμός. ὥστε ὅλον πῦρ ἱερὸν καὶ ἄσβεστον οὐ διαλείπει τὸ πανηγυρίζειν, ἀλλὰ περίεισιν ἄλλοτε εἰς ἄλλους, ἀεὶ δὲ ἔστι που, πάντες γὰρ ἀξίως τούτου πεπράγασιν. ὥστε μόνους ἄξιον εἶναι κατοικτεῖραι τοὺς ἔξω τῆς ὑμετέρας, εἴ τινές που εἰσὶν ἄρα, ἡγεμονίας, οἵων ἀγαθῶν στέρονται. καὶ μὴν τό γε ὑπὸ πάντων λεγόμενον, ὅτι γῆ πάντων μήτηρ καὶ πατρὶς κοινὴ πάντων, ἄριστα ὑμεῖς ἀπεδείξατε. νῦν γοῦν ἔξεστι καὶ Ἕλληνι καὶ βαρβάρῳ καὶ τὰ αὑτοῦ κομίζοντι καὶ χωρὶς τῶν αὑτοῦ βαδίζειν ὅποι βούλεται ῥᾳδίως, ἀτεχνῶς ὡς ἐκ πατρίδος εἰς πατρίδα ἰόντι: καὶ οὔτε Πύλαι Κιλίκιοι φόβον παρέχουσιν οὔτε στεναὶ καὶ ψαμμώδεις δι᾽ Ἀράβων ἐπ᾽ Αἴγυπτον πάροδοι, οὐκ ὄρη δύσβατα, οὐ ποταμῶν ἄπειρα μεγέθη, οὐ γένη βαρβάρων ἄμικτα, ἀλλ᾽ εἰς ἀσφάλειαν ἐξαρκεῖ Ῥωμαῖον εἶναι, μᾶλλον δὲ ἕνα τῶν ὑφ᾽ ὑμῖν. καὶ τὸ Ὁμήρῳ λεχθὲνγαῖα δ᾽ ἔτι ξυνὴ πάντωνὑμεῖς ἔργῳ ἐποιήσατε, καταμετρήσαντες μὲν πᾶσαν τὴν οἰκουμένην, ζεύξαντες δὲ παντοδαπαῖς γεφύραις ποταμοὺς, καὶ [p. 366] ὄρη κόψαντες ἱππήλατον γῆν εἶναι, σταθμοῖς τε τὰ ἔρημα ἀναπλήσαντες, καὶ διαίτῃ καὶ τάξει πάντα ἡμερώσαντες. ὥστ᾽ ἔγωγε τὸν νομιζόμενον πρὸ Τριπτολέμου


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: