previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ προϊέναι τὴν ἀρχὴν αὐτοῖς εἰς ἄπορον καθίστατο οὐκ ἔχουσι τὰ τελευταῖα δι᾽ ὅτων αὐτὴν καθέξουσιν: ὥστε τοὔμπαλιν ἔσπευδον ὧν ἐδέοντο. καὶ ἦν τὸ μὲν προχωρεῖν αὐτοῖς ἐβούλοντο ἀμήχανον καὶ κατάρας ἐγγὺς, τὸ δὲ μὴ προχωρεῖν κουφότερόν τε καὶ ἥττους ἔχον τοὺς φόβους. οὐδὲν γὰρ ἄλλο διοικιζομένοις ἐῴκεσαν ἀντὶ ἀρχόντων καὶ πονοῦσιν ὑπὲρ τοῦ πονεῖν. ἅμα γὰρ τῷ τέλει τὸ κεφάλαιον εὐθὺς ἐλάνθανε λυόμενον, καὶ πάλιν εἰς ταυτὸ κατὰ τοὺς ποιητὰς κατῄει. ἔτι δ᾽ οὔτ᾽ ἰσχύειν αὐτοῖς συνέφερε τοὺς ἀρχομένους διὰ τὰς ἐπιβουλὰς οὔτ᾽ ἀσθενεῖς [p. 344] εἶναι διὰ τοὺς παρὰ τῶν ἔξωθεν αὖ πολέμους καὶ ὅπως τι πλέον τῆς συμμαχίας, ἀλλ᾽ ἐπεπόνθεσαν πρὸς αὐτοὺς παραπλήσιον ὅπερ οἱ ἐν ταῖς παιδιαῖς τῇ μὲν εἰς τοὔμπροσθεν ἄγοντες, τῇ δ᾽ εἰς τοὔπισθεν ἀνθέλκοντες, οὐκ ἔχοντες τι χρήσονται, ἀλλ᾽ οἷον εἶναί τε καὶ μὴ εἶναι αὐτοὺς βουλόμενοι αὐτοὶ μεταχειριζόμενοί τε καὶ ἄγοντες, ἐν οἷς σπεύδουσιν εἰπεῖν οὐκ ἔχοντες. τὸ δὲ πάντων γελοιότατόν τε καὶ ἀτοπώτατον, ἐπὶ γὰρ τοὺς ἀφισταμένους αὐτῶν τοὺς λοιποὺς ἐν νῷ τὸ αὐτὸ ποιεῖν ἔχοντας ἠνάγκαζον ἰέναι, παραπλήσιον ποιοῦντες ὥσπερ ἂν εἰ αὐτοὺς τοὺς ἀφεστηκότας ἐφ᾽ ἑαυτοὺς ἔπειθον ἰέναι, καὶ οὐκ ἐλογίζοντο τοὺς τῆς ἐκείνων ὄντας μερίδος τούτους ἐπ᾽ αὐτοὺς ἄγοντες, οἷς οὐκ ἐλυσιτέλει δή που καθ᾽ αὑτῶν καταδεικνύναι τὸ τοῖς ἄλλοις σπουδῇ βοηθεῖν. ὥστε κἀνταῦθα τοὐναντίον ἐβούλοντό τε καὶ συνέφερε διεπράττοντο: βουλόμενοι γὰρ τοὺς ἀφισταμένους προσάγεσθαι καὶ τοὺς παραμένοντας ἂν ἐποίουν ἀφίστασθαι. ἐδείκνυσαν γὰρ αὐτοῖς ὅτι μένοντες μὲν ἐπ᾽ ἀλλήλους ὑπάρξουσιν αὐτοῖς, κοινῇ δ᾽ ἅπαντες ἀποστάντες ἐλεύθεροι βεβαίως ἔσονται: οὐ γὰρ καταλείψουσι τελευτῶντες δι᾽ ὧν ληφθήσονται. [p. 345] ὥστε τοσούτῳ περὶ αὑτοὺς ἦσαν φαυλότεροι τῶν ἀπίστων


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: