previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρυτανεύοντος. ὥστε μᾶλλον μὲν ἐκεῖνον εἰδέναι νομίζουσιν πράττουσιν σφᾶς αὐτοὺς, μᾶλλον δὲ δεδίασι καὶ αἰδοῦνται τὸν δεσπότην ἄν τις τὸν αὑτοῦ παρόντα καὶ ἐφεστηκότα καὶ κελεύοντα. οὐδεὶς δὲ ἐφ᾽ ἑαυτῷ τηλικοῦτον φρονεῖ, ὅστις τοὔνομα ἀκούσας μόνον οἷός τ᾽ ἐστὶν ἀτρεμεῖν, ἀλλ᾽ ἀναστὰς ὑμνεῖ καὶ σέβει καὶ συνεύχεται διπλῆν εὐχὴν, τὴν μὲν ὑπὲρ αὑτοῦ τοῖς θεοῖς, τὴν δὲ αὐτῷ ἐκείνῳ [p. 336] περὶ τῶν ἑαυτοῦ. εἰ δέ τι καὶ μικρὸν ἐνδοῖεν περὶ δίκας τε καὶ ἀξιώσεις, κοινὰς ἰδίας τῶν ἀρχομένων, εἴ τινες ἄρα ἄξιοι εἶεν, ὡς ἐκεῖνον ἐκπέμπουσιν εὐθὺς ἐρωτῶντες τί δεῖ ποιεῖν, καὶ μένουσιν ἔς τ᾽ ἂν ἀποσημήνῃ, οὐχ ἧττον διδάσκαλον χορός. ὥστε οὐδὲν δεῖ φθείρεσθαι περιιόντα τὴν ἀρχὴν ἅπασαν, οὐδ᾽ ἄλλοτε ἐν ἄλλοις γιγνόμενον τὸ καθ᾽ ἕκαστον βεβαιοῦσθαι, ὁπότε σφίσι τὴν γῆν πατοίη: ἀλλ᾽ εὐμάρεια πολλὴ καθημένῳ πᾶσαν ἄγειν τὴν οἰκουμένην δι᾽ ἐπιστολῆς. αἱ δὲ μικρὸν φθάνουσι γραφεῖσαι καὶ πάρεισιν ὥσπερ ὑπὸ πτηνῶν φερόμεναι. δὲ πάντων ἄξιον ἄγασθαί τε καὶ θαυμάζειν καὶ χάριν ἐκτίνειν καὶ λόγῳ καὶ ἔργῳ, τοῦτο νῦν εἰρήσεται. τοσαύτην μὲν γὰρ ἔχοντες τὴν ἀρχὴν, οὕτω δ᾽ ἐγκρατῶς καὶ κατὰ πολλὴν ἐξουσίαν ἄρχοντες, ἐκεῖνο καὶ πολὺ μάλιστα νενικήκατε, παντελῶς ὑμῶν ἐστιν ἴδιον: μόνοι γὰρ τῶν πώποτε ἐλευθέρων ἄρχετε, καὶ οὐ Καρία δέδοται Τισσαφέρνει, οὐδὲ Φρυγία Φαρναβάζῳ, οὐδὲ Αἴγυπτος ἑτέρῳ, οὐδ᾽ ὥσπερ οἶκος τοῦ δεῖνος ἀκούει τὸ ἔθνος, ὅτῳ παρεδόθη δουλεύειν, οὐδὲ αὐτῷ ὄντι ἐλευθέρῳ, ἀλλ᾽ ὥσπερ οἱ ἐν ταῖς κατὰ μίαν πόλεσιν, οὕτω καὶ ὑμεῖς ὥσπερ ἐν μιᾷ πόλει πάσῃ τῇ οἰκουμένῃ πολιτευόμενοι τοὺς ἄρχοντας καθίστατε ἐπ᾽ αὐτοῖς, οἷον ἐξ ἀρχαιρεσιῶν ἐπὶ [p. 337] προστασίᾳ καὶ προνοίᾳ τῶν ἀρχομένων, οὐκ ἐπὶ τῷ δεσπότας εἶναι. ὥστε ὑποχωρεῖ μὲν ἄρχων ἄρχοντι, ὅταν αὐτοῦ χρόνος ἐξήκῃ, καὶ οὐδ᾽ ἂν ἀπαντήσειε ῥᾳδίως: τοσοῦτον ἀπέχει τοῦ διενεχθῆναι ἄγαν, ὡς αὐτοῦ τῆς χώρας


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: