previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦτο μὲν δὴ τὴν Περσῶν ἀρχὴν σκεψώμεθα, πάνυ ποτὲ ἐν τοῖς Ἕλλησιν ἐβεβόητο, καὶ μέγαν παρέσχετο ἐπώνυμον καλεῖσθαι τὸν ἔχοντα αὐτὴν βασιλέατὰς γὰρ πρὸ αὐτῆς φαυλοτέρας οὔσας ἐάσω: —καὶ πάντα ἴδωμεν ἑξῆς, τό τε μέγεθος καὶ τὰ γιγνόμενα ἐπ᾽ αὐτῆς. δεῖ γὰρ οὖν καὶ τοῦτο συνεξετάζειν, ὅπως αὐτοί τε ἀπέλαυον ὧν ἐκέκτηντο καὶ τοὺς ἀρχομένους παρεσκεύαζον. πρῶτον μὲν τοίνυν, ὅπερ νῦν ὑμῖν τὸ Ἀτλαντικὸν πέλαγος δύναται, τοῦτ᾽ ἦν ἁπλῶς τότε τῷ βασιλεῖ θάλαττα: ἐνταῦθα ὡρίζετο αὐτῷ ἀρχὴ, ὥστε Ἴωνας καὶ Αἰολέας ἐν πέρασι γῆς εἶναι τῆς ἐκείνου. εἰς δέ γε τὴν Ἑλλάδα διαβῆναί ποτε ἐπιχειρήσας τῶν ἀπὸ ἡλίου ἀνίσχοντος μέχρι δυομένου βασιλεὺς τοσοῦτον ἐθαυμάσθη, ὅσον μεγάλως ἠτύχησε: καὶ τοῦτο ἐπίδειγμα ἐποιήσατο τῆς αὑτοῦ λαμπρότητος, ὅτι πολλῶν καὶ μεγάλων ἔσχε στερηθῆναι. δὴ τῆς μὲν Ἑλλάδος τοσοῦτον ἀποσχὼν τοῦ κρατῆσαι, Ἰωνίαν δὲ ἔχων ἐν ἐσχατιαῖς, που οὐκ εἰς δίσκου φορὰν λέλειπται τῆς ὑμετέρας ἀρχῆς, ὅσον τόξευμα [p. 329]ἐξικνεῖται, ἀλλὰ τῷ ἡμίσει παντὶ τῆς οἰκουμένης, καὶ πρὸς αὐτῇ τῇ θαλάττῃ. οὐ τοίνυν οὐδὲ μέχρι τούτων τῶν ὅρων ἐκεῖνός γε κυρίως ἀεὶ βασιλεὺς, ἀλλ᾽ ὅπως Ἀθηναῖοι δυνάμεως, Λακεδαιμόνιοι ἔχοιεν τύχης, νῦν μὲν ἕως Ἰώνων καὶ Αἰολέων καὶ θαλάττης βασιλεὺς, πάλιν δὲ οὐκέτι Ἰώνων, οὐδὲ ἕως θαλάττης, ἀλλ᾽ ἄχρι Λυδῶν, οὐχ ὁρῶν θάλατταν ἐκ τῶν πρὸς ἑσπέραν Κυανέων, ἀτεχνῶς ὥσπερ ἐν παίδων παιδιᾷ βασιλεὺς ὢν, ἄνω μένων, πάλιν κατιὼν, τῶν συγχωρησόντων βασιλεύειν δεόμενος. ἐδήλωσε δὲ σὺν Ἀγησιλάῳ δύναμις καὶ πρὸ ἐκείνου τῶν σὺν Κλεάρχῳ μυρίων, μὲν ἕως Φρυγίας ὡς δι᾽ οἰκείας διελθοῦσα, δὲ ὑπὲρ τὸν Εὐφράτην ὡς δι᾽ ἐρημίας ἀφικομένη. γε μὴν ἀπέλαυον τῆς ἀρχῆς κατὰ τὴν Οἰβάρου [p. 330] σοφίαν, ὃς πρῶτος εἰπεῖν λέγεται Κύρῳ δυσχεραίνοντι τὴν πολλὴν πλάνην δεῖν αὐτὸν καὶ ἀνάγκην εἶναι πανταχοῖ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: