previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μεγέθει κατεσκευάσατο. ἀλλ᾽ ἔστιν εἰς μὲν τὴν ὅλην [p. 325]ἀρχὴν βλέψαντα μηκέτι τὴν πόλιν θαυμάζειν, πολλοστὸν μέρος τῆς ἁπάσης ἄρχειν νομίσαντα γῆς, εἰς δ᾽ αὐτὴν τὴν πόλιν καὶ τοὺς τῆς πόλεως ὅρους ἰδόντα μηκέτι θαυμάζειν, εἰ ὑπὸ τοσαύτης ἄρχεται πᾶσα οἰκουμένη. ὅπερ γάρ τις ἔφη τῶν λογοποιῶν περὶ τῆς Ἀσίας, λέγων ὅσην ἥλιος πορεύεται, ταύτης πάσης ἄρχειν ἄνδρα ἕνα, — οὐκ ἀληθῆ λέγων, εἰ μὴ πᾶσαν Λιβύην καὶ τὴν Εὐρώπην ἐξαίρετον ἐποιεῖτο τῶν ἡλίου δυσμῶν τε καὶ ἀνατολῶντοῦτο νῦν ἐξενίκησεν ἀληθὲς εἶναι, τὴν ἴσην τε ἡλίου πορείαν εἶναι κτῆσιν ὑμετέραν καὶ τὸν ἥλιον διὰ τῆς ὑμετέρας πορεύεσθαι. οὐ γὰρ σκόπελοι θαλάττιοι, οὐδὲ Χελιδονέαι καὶ Κυανέαι τὴν ὑμετέραν ἀρχὴν ὁρίζουσιν, οὐδ᾽ ἵππου δρόμος ἡμερήσιος ἐπὶ θάλατταν, οὐδ᾽ ἐπὶ τακτοῖς [p. 326] ὅροις βασιλεύετε, οὐδ᾽ ἕτερος προαγορεύει μέχρι οὗ δεῖ κρατεῖν, ἀλλ᾽ μὲν θάλαττα ὥσπερ ζώνη τις ἐν μέσῳ τῆς οἰκουμένης ὁμοίως καὶ τῆς ὑμετέρας ἡγεμονίας τέταται. περὶ δὲ αὐτὴν αἱ ἤπειροι μεγάλαι μεγαλωστὶ κέκλινται, πρὸς ὑμᾶς ἀεί τι ἐνθένδε πληροῦσαι. ἄγεται δὲ ἐκ πάσης γῆς καὶ θαλάττης ὅσα ὧραι φύουσι καὶ χῶραι ἕκασται φέρουσι καὶ ποταμοὶ καὶ λίμναι καὶ τέχναι Ἑλλήνων καὶ βαρβάρων. ὥστε εἴ τις ταῦτα πάντα ἐπιδεῖν βούλοιτο, δεῖ αὐτὸν πᾶσαν ἐπελθόντα τὴν οἰκουμένην οὕτω θεάσασθαι, ἐν τῇδε τῇ πόλει γενόμενον. ὅσα γὰρ παρ᾽ ἑκάστοις φύεται καὶ κατασκευάζεται, οὐκ ἔστιν ὡς οὐκ ἐνταῦθα ἀεὶ καὶ περιττεύει. τοσαῦται δ᾽ ἀφικνοῦνται δεῦρο κομίζουσαι παρὰ πάντων ὁλκάδες ἀνὰ πᾶσαν μὲν ὥραν, πᾶσαν δὲ φθινοπώρου περιτροπὴν, ὥστ᾽ ἐοικέναι τὴν πόλιν κοινῷ τινι τῆς γῆς ἐργαστηρίῳ. φόρτους μὲν ἀπ᾽ Ἰνδῶν, εἰ βούλει δὲ, καὶ τῶν εὐδαιμόνων Ἀράβων, τοσούτους ὁρᾶν ἔξεστιν ὥστε εἰκάζειν γυμνὰ τὸ λοιπὸν τοῖς ἐκεῖ λελεῖφθαι τὰ δένδρα καὶ δεῦρο δεῖν ἐκείνους ἐλθεῖν, ἐάν του δέωνται, τῶν σφετέρων μεταιτήσοντας: ἐσθῆτας δὲ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: