previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀπολωλέναι οὐ τὸν πλεῖστα ἀδικήσαντα, ἀλλὰ τὸν πλεῖστα κεκτημένον. πόλεων δὲ ἀναιρέσεις καὶ κατασκαφαὶ τότε πλείους νῦν ὀλίγου δέω λέγειν εἰσὶν οἰκισμοί. ῥᾷον δὲ ἦν πολεμοῦντα ὑπακούοντα σωθῆναι, ἐν μὲν γὰρ ταῖς μάχαις ῥᾳδίως ἡττῶντο, ἐν δὲ ταῖς ἐξουσίαις οὐ μετρίως ὕβριζον: καὶ τοὺς μὲν θεραπεύοντας ὡς δούλους ὑπερεώρων, τοὺς δὲ ἐλευθέρους ὡς ἐχθροὺς ἐκόλαζον, ἐξ ὧν μισοῦντές τε καὶ μισούμενοι διῆγον. καὶ γὰρ οὖν πολλάκις τοὺς ὑπηκόους μᾶλλον τῶν πολεμίων ἐδεδοίκεισαν, τὰ [p. 332] πλείω διαλλακτῇ τῷ πολέμῳ χρώμενοι. αἴτιον δ᾽ ἦν, οὔτε ἐκεῖνοι ἄρχειν ἠπίσταντο οὔτε οἱ ἀρχόμενοι τὸ ἀκόλουθον ἀπεπλήρουν. οὐ γὰρ ἔνεστιν ἄρχεσθαι καλῶς, ὅταν κακῶς οἱ ἄρχοντες ἄρχωσιν. οὔπω γὰρ τε ἀρχὴ καὶ τὸ δεσπόζειν διῄρητο, ἀλλ᾽ ἦν ἴσον βασιλεὺς καὶ δεσπότης. οὐκοῦν εἰκότως οὐδ᾽ ἐπὶ μεγάλα προῆλθον, οὐ γὰρ πρόεισιν οἴκου περαιτέρω τοῦτο τοὔνομα, ὅταν δ᾽ εἰς πόλεις τε καὶ ἔθνη ἀφίκηται, ῥᾳδίως παύεται. Ἀλέξανδρος δ᾽ αὖ τὴν μεγάλην ἀρχὴν μέχρι τῆς ὑμετέρας κτησάμενος καὶ καταδραμὼν τὴν γῆν ὡς ἀληθῶς δὴ κτησαμένῳ βασιλείαν μᾶλλον ἔοικεν βασιλεύσαντι. ὥσπερ γὰρ ἂν εἴ τις ἰδιώτης συγκτήσαιτο μὲν γῆν πολλὴν καὶ ἀγαθὴν, πρὶν δὲ λαβεῖν ἀπ᾽ αὐτῆς τοὺς καρποὺς τελευτήσειεν, ὣς δὲ κἀκείνῳ μοι δοκεῖ συμβῆναι. προῆλθε μὲν γὰρ ἐπὶ πλεῖστον τῆς γῆς καὶ τοὺς ἀντιστάντας ἅπαντας κατέστραπτο καὶ τῶν χαλεπῶν ἁπάντων ἀκριβῶς ἀπέλαυσε: καταστήσασθαι δ᾽ οὐκ ἠδυνήθη τὴν ἀρχὴν οὐδ᾽ ἐπιθεῖναι πέρας τοῖς πεπονημένοις, ἀλλ᾽ ἀπέθανεν ἐν μέσῃ τῇ τῶν πραγμάτων πορείᾳ. ὥστ᾽ ἐκεῖνον μὲν μάχας ἄν τις φαίη πλείστας κατορθῶσαι, βασιλεῦσαι δὲ ἐλάχιστα, καὶ γενέσθαι μὲν ἀγωνιστὴν μέγαν περὶ βασιλείας, ἀπολαῦσαι δ᾽ οὐδὲν ἄξιον τῆς διανοίας καὶ τῆς τέχνης, ἀλλὰ παθεῖν παραπλήσιον ὥσπερ ἂν εἴ [p. 333] τις τὸν Ὀλυμπικὸν ἀγῶνα ἀγωνιζόμενος καὶ κρατήσας τοὺς ἀντιπάλους, εἶτα ἐπαποθάνοι τῇ νίκῃ, πρὶν εὖ καὶ καλῶς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: