previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παράπαν Ὠκεανὸν, μηδὲ περιρρεῖν τὴν γῆν, ποιητὰς δ᾽ εὑρόντας τοὔνομα ψυχαγωγίας ἕνεκα εἰς ποίησιν θεῖναι, τοῦτον οὕτως καλῶς ἀνεύρετε ὥστε οὐδὲ ἐνταῦθα νῆσος ὑμᾶς διέφυγε. τοσαύτη δὲ οὖσα καὶ τηλικαύτη τὸ μέγεθος ἀρχὴ πολὺ μείζων ἐστὶ τῇ ἀκριβείᾳ τῷ κύκλῳ τῆς χώρας. οὐ γὰρ Μυσοὶ τὴν βασιλείαν ἔχουσιν οὐδὲ Σάκαι οὐδὲ Πισίδαι οὐδ᾽ ἄλλοι μέσοι, οἱ μὲν βίᾳ εἰσῳκισμένοι, οἱ δὲ ἀποστάντες, ληφθῆναι δ᾽ οὐ δυνάμενοι, οὐδ᾽ ἀκούει μὲν βασιλέως γῆ, ἔστι δὲ πάντων τῶν ἔχειν αὐτὴν δυναμένων, οὐδὲ σατράπαι μάχονται πρὸς ἀλλήλους ὥσπερ οὐκ ὄντος αὐτοῖς βασιλέως, οὐδὲ πόλεις αἱ μὲν πρὸς τούτους, αἱ δὲ πρὸς ἐκείνους διίστανται, καὶ εἰς μὲν τὰς ἐκπέμπονται φρουροὶ, ἐκ δὲ τῶν ἐκπίπτουσιν, ἀλλ᾽ ὥσπερ αὐλῆς περίβολος ἐκκεκαθαρμένος, οὕτως ἅπασα [p. 335]οἰκουμένη χοροῦ ἀκριβέστερον ἓν φθέγγεται, συνευχομένη μένειν τὸν ἅπαντα αἰῶνα τήνδε τὴν ἀρχήν: οὕτως καλῶς ὑπὸ τοῦδε τοῦ κορυφαίου ἡγεμόνος συγκροτεῖται. ὑπὸ πάντων δὲ πανταχοῦ ἴσον ἄρχεται, καὶ οἱ μὲν ἐν τοῖς ὄρεσι κατῳκισμένοι ταπεινότεροι τῶν ἐν τοῖς κοιλοτάτοις πεδίοις πρός γε τὸ μὴ ἀντιτάττεσθαι, οἱ δὲ τῶν πεδίων τῶν εὐδαιμόνων κληροῦχοί τε καὶ οἰκήτορες ὑμέτεροι γεωργοί. ἤπειρος δὲ καὶ νῆσος οὐδὲν ἐπιδιακέκριται, ἀλλ᾽ ὥσπερ μία χώρα συνεχὴς καὶ ἓν φῦλον ἅπαντα ὑπακούει σιωπῇ. πάντα δὲ ἐξ ἐπιτάγματος καὶ νεύματος τελεῖται ῥᾷον τις ἂν χορδὴν ψήλειε, κἄν τι γενέσθαι δέῃ, ἀπόχρη δόξαι, καὶ πέπρακται. οἱ δὲ ἄρχοντες οἱ πεμπόμενοι ἐπὶ τὰς πόλεις τε καὶ τὰ ἔθνη τῶν μὲν ὑφ᾽ ἑαυτοῖς ἕκαστοι ἄρχοντές εἰσι, τὰ δὲ πρὸς αὑτούς τε καὶ πρὸς ἀλλήλους ὁμοίως ἅπαντες ἀρχόμενοι. καὶ δὴ καὶ τοῦτο φαίη τις ἂν αὐτοὺς τῶν ἀρχομένων διαφέρειν, ὅτι πρῶτοι δεικνύουσιν ὅπως ἄρχεσθαι προσῆκε: τοσοῦτος ἅπασιν ἐνέστακται φόβος τοῦ μεγάλου ἄρχοντος καὶ τὰ πάντα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: