Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰ ναύμαχα πρὸς Ῥίῳ Φορμίωνος τρόπαια καὶ τὰς
περὶ Κύθηρα καὶ Μέγαρα καὶ Κόρινθον ἀνδραγαθίας
Νικίου καὶ τὴν Δημοσθένους Πύλον καὶ τοὺς Κλέωνος τετρακοσίους αἰχμαλώτους καὶ Τολμίδαν Πελοπόννησον περιπλέοντα καὶ Μυρωνίδην νικῶντα Βοιωτοὺς ἐν Οἰνοφύτοις, καὶ Θουκυδίδης σοι διαγέγραπται. ἄνελε τὰ περὶ Ἑλλήσποντον
Ἀλκιβιάδου νεανιεύματα καὶ τὰ πρὸς Λέσβῳ Θρασύλλου
καὶ τὴν ὑπὸ Θηραμένους τῆς ὀλιγαρχίας κατάλυσιν καὶ Θρασύβουλον καὶ Ἀρχῖνον καὶ τοὺς ἀπὸ
Φυλῆς ἑβδομήκοντα κατὰ τῆς Σπαρτιατῶν
ἡγεμονίας ἀνισταμένους καὶ Κόνωνα πάλιν ἐμβιβάζοντα
[p. 494]