Click on a word to bring up parses, dictionary entries, and frequency statistics
προυκαλεῖτο: μὴ βουλομένων δὲ μηδὲ τολμώντων,
ἀλλὰ τὴν
Ἀθήνηθεν ἐπικουρίαν ἐκδεχομένων, νυκτὸς ἄρας καὶ λαθὼν ἅπαντας εἰς τὴν Λακωνικὴν κατέβη, καὶ μικροῦ ἔφθη τὴν πόλιν ἔρημον ἐξ
[p. 498]
ἐφόδου λαβεῖν καὶ κατασχεῖν. αἰσθομένων δὲ τῶν συμμάχων καὶ βοηθείας ταχείας πρὸς τὴν πόλιν
γενομένης, ὕπειξε μὲν ὡς αὖθις ἐπὶ λεηλασίαν
καὶ φθορὰν τῆς χώρας τρεψόμενος: ἐξαπατήσας δὲ
καὶ κατακοιμίσας οὕτω τοὺς πολεμίους ἀνέζευξε νυκτὸς ἐκ τῆς Λακωνικῆς: καὶ διαδραμὼν τὴν μεταξὺ χώραν ἐπεφαίνετο τοῖς Μαντινεῦσιν
ἀπροσδόκητος διαβουλευομένοις καὶ αὐτοῖς ἀκμὴν τοῦ