Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διηγοῦνται καὶ συγγράφουσιν. εἰ δ᾽
οἱ μὲν
χρώμασι καὶ σχήμασιν, οἱ δ᾽
ὀνόμασι καὶ λέξεσι ταὐτὰ δηλοῦσιν, ὕλῃ καὶ τρόποις μιμήσεως διαφέρουσι, τέλος δ᾽ ἀμφοτέροις ἓν ὑπόκειται, καὶ τῶν ἱστορικῶν κράτιστος ὁ τὴν διήγησιν ὥσπερ γραφὴν πάθεσι καὶ προσώποις εἰδωλοποιήσας. ὁ δ᾽
οὗν Θουκυδίδης ἀεὶ τῷ λόγῳ πρὸς ταύτην ἁμιλλᾶται τὴν ἐνάργειαν αν, οἷον θεατὴν ποιῆσαι τὸν ἀκροατὴν καὶ τὰ γιγνόμενα περὶ τοὺς ὁρῶντας ἐκπληκτικὰ καὶ ταρακτικὰ πάθη τοῖς ἀναγινώσκουσιν
ἐνεργάσασθαι λιχνευόμενος. ὁ γὰρ παρὰ τὴν ῥαχίαν
[p. 502]