Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σωμάτων, καὶ τούτους ἀπεθέωσε τοῖς ὅρκοις ὁ ῥήτωρ ὀμνύων οὓς οὐκ ἐμιμεῖτο. Ἰσοκράτης δὲ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας ὥσπερ ἀλλοτρίαις ψυχαῖς φήσας ἐναγωνίσασθαι καὶ
καθυμνήσας τὴν τόλμαν αὐτῶν καὶ τὴν ὑπεροψίαν τοῦ ζῆν, αὐτός, ὥς φασιν, ἤδη γέρων γεγονὼς πρὸς τὸν
πυθόμενον πῶς διάγει, ‘οὕτως,’ εἶπεν, ‘ὡς ἄνθρωπος ὑπὲρ ἐνενήκοντα ἔτη γεγονὼς καὶ μέγιστον ἡγούμενος τῶν κακῶν τὸν θάνατον.’ οὐ γὰρ ἀκονῶν ξίφος οὐδὲ λόγχην χαράττων οὐδὲ λαμπρύνων κράνος οὐδὲ στρατευόμενος οὐδ᾽
ἐρέττων, ἀλλ᾽ ἀντίθετα καὶ πάρισα καὶ ὁμοιόπτωτα κολλῶν καὶ συντιθείς, μονονοὺ κολαπτῆρσι καὶ