Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀστῶν ἐκδραμὼν ἀπήγγειλε τὸν κίνδυνον, ὀλίγοι μὲν ὄντες ὡς πρὸς τὸ πλῆθος τῶν πολεμίων, ἐξ
ὁδοῦ δὲ κεκμηκότες, οὐδενὸς δὲ τῶν ἄλλων
συμμάχων παρόντος, ὅμως εὐθὺς εἰς τάξιν καθίσταντο τοῖς
πλείστοις: οἱ δ᾽ ἱππεῖς διασκευασάμενοι καὶ
[p. 500] προεξελάσαντες, ὑπὸ τὰς πύλας αὐτὰς καὶ τὸ
τεῖχος ἔθεντο καρτερὰν ἱππομαχίαν: καὶ κρατήσαντες ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδα ἀφείλοντο
τὴν Μαντίνειαν.
τοῦτο τὸ ἔργον Εὐφράνωρ ἔγραψε, καὶ πάρεστιν ὁρᾶν ἐν εἰκόνι τῆς μάχης τὸ σύρρηγμα καὶ τὴν ἀντέρεισιν ἀλκῆς καὶ θυμοῦ καὶ πνεύματος
γέμουσαν