Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φυλῆς ἐλεύθερον, αἱ δὲ Ἀλκιβιάδου περὶ Σικελίαν
ὀλισθοῦσαν τὴν πόλιν ἐγείρουσιν: ἐκ δὲ τῶν Νείλεω καὶ Ἀνδρόκλου περὶ Λυδίαν καὶ Καρίαν ἀγώνων
Ἰωνίαν ἀνισταμένην ἐπεῖδεν ἡ Ἑλλάς. τῶν δ᾽ ἄλλων ἑκάστης ἂν πύθῃ τί τῇ πόλει γέγονεν ἐξ αὐτῆς ἀγαθόν, ἡ μὲν ἐρεῖ Λέσβον, ἡ δὲ Σάμον, ἡ
δὲ Κύπρον, ἡ δὲ Πόντον Εὔξεινον, ἡ δὲ πεντακοσίας τριήρεις, ἡ δὲ μυρία τάλαντα, προῖκα τῆς δόξης καὶ τῶν τροπαίων. ταῦθ᾽
ἡ πόλις ἑορτάζει καὶ ὑπὲρ
[p. 518] τούτων θύει
τοῖς θεοῖς, οὐκ ἐπὶ ταῖς Αἰσχύλου νίκαις ἢ Σοφοκλέους: οὐδ᾽ ὅτε Καρκίνος Ἀερόπῃ
εὐτύχει ἢ Ἕκτορι Ἀστυδάμας, ἀλλ᾽
ἕκτῃ μὲν ἱσταμένου Βοηδρομιῶνος ἐσέτι νῦν τὴν ἐν
Μαραθῶνι νίκην ἡ πόλις ἑορτάζει: ἕκτῃ δ᾽ ἐπὶ δέκα