Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἑταιρήσεως τῆς Φωκίωνος εἰς Βυζάντιον βοηθείας,
δι᾽
ἧς ἐκώλυσε τοὺς τῶν συμμάχων υἱοὺς ἐνύβρισμά
τε καὶ παροίνημα γενέσθαι Μακεδόνων; ἢ τοῖς
κοινοῖς στεφάνοις, οὓς τὴν Ἑλλάδα ἐλευθερώσας
[p. 522]
ἔλαβεν ὁ δῆμος, τὸν Δημοσθένους περὶ τοῦ
στεφάνου παραβάλωμεν, ἐν ᾧ τοῦτο λαμπρότατον καὶ
λογιώτατον ὁ ῥήτωρ πεποίηκεν, ὀμόσας τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων, οὐ
τοὺς ἐν ταῖς σχολαῖς τὰ μειράκια προδιδάσκοντας.
ἐφ᾽ οἷς οὐ τοὺς
Ἰσοκράτεις καὶ Ἀντιφῶντας καὶ Ἰσαίους, ἀλλὰ τούτους ἡ πόλις δημοσίαις ταφαῖς ἔθαψεν, ὑποδεξαμένη τὰ λείψανα τῶν