Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πέμπειν τὴν εἰς Λακεδαίμονα βοήθειαν καὶ εὐθέως
ὁπλίζεσθαι προσέταξε τοῖς Θηβαίοις. οἱ μὲν οὖν
Θηβαῖοι μέγα φρονοῦντες ἐν τοῖς ὅπλοις
ἐπεφέροντο καὶ περιελάμβανον κύκλῳ τὰ τείχη], τῶν
δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν ἀθρόαν ἐμπίπτουσαν ὤσασθαι μὴ δυναμένων μηδ᾽ ἐπινοούντων βοήθειαν. ἐν τούτῳ δὲ καιροῦ καὶ τύχης Ἀθηναῖοι κατέβαινον ἀπὸ τῶν ἄκρων εἰς τὴν Μαντινικὴν οὐκ
εἰδότες τὴν ῥοπὴν οὐδὲ τὴν ὀξύτητα τοῦ ἀγῶνος,
ἀλλ᾽
ὁδῷ πορευόμενοι καθ᾽
ἡσυχίαν ὡς δέ τις