Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἂν γὰρ ἐκλογισθῇ τῶν δραμάτων ἕκαστον ὅσου κατέστη, πλέον ἀνηλωκὼς φανεῖται ὁ δῆμος εἰς
Βάκχας καὶ Φοινίσσας καὶ Οἰδίποδας καὶ
Ἀντιγόνας καὶ τὰ Μηδείας κακὰ καὶ Ἠλέκτρας, ὧν ὑπὲρ τῆς ἡγεμονίας καὶ τῆς ἐλευθερίας πολεμῶν τοὺς βαρβάρους ἀνάλωσεν. οἱ μὲν γὰρ στρατηγοὶ
πολλάκις παραγγείλαντες ἄπυρα σιτία κομίζειν ἐξῆγον ἐπὶ τὰς μάχας τοὺς ἄνδρας: καὶ νὴ Δί᾽ οἱ τριήραρχοι τοῖς ἐλαύνουσιν ἄλφιτα
παρασκευάσαντες, τοῖς δὲ κρόμμυα καὶ τυρόν, ἐνεβίβαζον εἰς τὰς τριήρεις: οἱ δὲ χορηγοὶ τοῖς χορευταῖς ἐγχέλεια
καὶ θριδάκια καὶ σκελίδας καὶ μυελὸν παρατιθέντες,
εὐώχουν ἐπὶ πολὺν χρόνον φωνασκουμένους καὶ