Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λόφου τινὸς ἢ σκοπῆς αἰπόλων ἢ βοτήρων τοῦ ἀγῶνος ἄπωθεν γενόμενος θεατὴς, καὶ κατιδὼν
τὸ μέγα καὶ παντὸς λόγου μεῖζον ἐκεῖνο ἔργον
ἧκεν εἰς τὴν πόλιν ἄτρωτος ἄγγελος καὶ
ἀναίμακτος, εἶτ᾽ ἠξίου τιμὰς ἔχειν ἃς Κυνέγειρος
ἔσχεν, ἃς Καλλίμαχος, ἃς Πολύζηλος, ὅτι τὰς τούτων ἀριστείας καὶ τραύματα καὶ θανάτους ἀπήγγειλεν: ἆῤ οὐκ ἂν ἐδόκει πᾶσαν ὑπερβάλλειν
ἀναίδειαν; ὃπου γε Λακεδαιμονίους φασὶ τῷ τὴν
ἐν Μαντινείᾳ φράσαντι νίκην, ἣν Θουκυδίδης
ἱστόρηκεν, εὐαγγέλιον ἐκ φιδιτίου κρέας ἀποστεῖλαι. μὴν οἱ συγγράφοντες ἐξάγγελοί τινές εἰσι τῶν πράξεων εὔφωνοι καὶ τῷ λόγῳ διὰ τὸ
κάλλος καὶ τὴν δύναμιν ἐξικνούμενοι, οἷς
εὐαγγέλιον