[437α]
Κρατύλος
πάνυ σφόδρα, καὶ ὀρθῶς γε σημαίνει.Σωκράτης
σκοπῶμεν δὴ ἐξ αὐτῶν ἀναλαβόντες πρῶτον μὲν τοῦτο τὸ ὄνομα, τὴν ‘ἐπιστήμην,’ ὡς ἀμφίβολόν ἐστι, καὶ μᾶλλον ἔοικε σημαίνοντι ὅτι ἵστησιν ἡμῶν ἐπὶ τοῖς πράγμασι τὴν ψυχὴν ἢ ὅτι συμπεριφέρεται, καὶ ὀρθότερόν ἐστιν ὥσπερ νῦν αὐτοῦ τὴν ἀρχὴν λέγειν μᾶλλον ἢ ἐμβάλλοντας τὸ εἶ ‘ἑπεϊστήμην,’ ἀλλὰ τὴν ἐμβολὴν ποιήσασθαι ἀντὶ τῆς ἐν τῷ εἶ ἐν τῷ ἰῶτα. ἔπειτα τὸ ‘βέβαιον,’ ὅτι βάσεώς τινός ἐστιν καὶ στάσεως μίμημα ἀλλ᾽ οὐ φορᾶς.