previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐντεῦθεν ὅποι χρὴ τραπέσθαι βουλευόμενον ἐκάλουν Λυσιτανοὶ πρέσβεις πέμψαντες ἐφ᾽ ἡγεμονίᾳ, πάντως μὲν ἄρχοντος ἀξίωμα μέγα καὶ ἐμπειρίαν ἔχοντος δεόμενοι πρὸς τὸν ἀπὸ [p. 26] Ῥωμαίων φόβον, ἐκείνῳ δὲ πιστεύοντες αὑτοὺς μόνῳ πυνθανόμενοι παρὰ τῶν συγγεγονότων τὸ ἦθος αὐτοῦ: [2] λέγεται δὲ1 Σερτώριος οὔτε ὑφ᾽ ἡδονῆς οὔτε ὑπὸ δέους εὐάλωτος γενέσθαι, φύσει δὲ ἀνέκπληκτος ὢν παρὰ τὰ δεινά καὶ μέτριος εὐτυχίαν ἐνεγκεῖν: καὶ πρὸς μὲν εὐθυμαχίαν οὐδενὸς ἀτολμότερος τῶν καθ᾽ ἑαυτὸν ἡγεμόνων, ὅσα δὲ κλωπείας ἐν πολέμοις ἔργα καὶ πλεονεξίας περὶ τόπους ἐχυροὺς καὶ διαβάσεις τάχους δεομένας ἀπάτης τε καὶ ψευδῶν ἐν δέοντι, σοφιστὴς δεινότατος. [3] ἐν δὲ ταῖς τιμαῖς τῶν ἀνδραγαθημάτων δαψιλὴς φαινόμενος, περὶ τὰς τιμωρίας ἐμετρίαζε τῶν ἁμαρτημάτων, καίτοι δοκεῖ περὶ τὸν ἔσχατον αὐτοῦ βίον ὠμότητος καὶ βαρυθυμίας τὸ περὶ τοὺς ὁμήρους πραχθὲν ἔργον ἐπιδεῖξαι τὴν φύσιν οὐκ οὖσαν ἥμερον, ἀλλ᾽ ἐπαμπεχομένην λογισμῷ διὰ τὴν ἀνάγκην, [4] ἐμοὶ δὲ ἀρετὴν μὲν εἰλικρινῆ καὶ κατὰ λόγον συνεστῶσαν οὐκ ἄν ποτε δοκεῖ τύχη τις ἐκστῆσαι πρὸς τοὐναντίον, ἄλλως δὲ προαιρέσεις καὶ φύσεις χρηστὰς ὑπὸ συμφορῶν μεγάλων παρ᾽ ἀξίαν κακωθείσας οὐκ ἀδύνατον τῷ δαίμονι συμμεταβαλεῖν τὸ ἦθος. καὶ Σερτώριον οἶμαι παθεῖν ἤδη τῆς τύχης αὐτὸν ἐπιλειπούσης, ἐκτραχυνόμενον ὑπὸ τῶν πραγμάτων γινομένων πονηρῶν πρὸς τοὺς ἀδικοῦντας.

1 δὲ Coraës and Bekker read γὰρ with one (inferior' MS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: