previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς δὲ Σύλλαν μὲν ἐπυνθάνετο τῆς Ῥώμης κρατεῖν, ἔρρειν δὲ τὴν Μαρίου καὶ Κάρβωνος στάσιν, αὐτίκα προσδοκῶν στρατιὰν διαπολεμήσουσαν αὐτῷ μεθ᾽ ἡγεμόνος ἀφίξεσθαι φράγνυται τὰ Πυρηναῖα ὄρη διὰ Ἰουλίου Σαλινάτορος ἑξακισχιλίους ὁπλίτας ἔχοντος, καὶ μετ᾽ οὐ πολὺ Γάϊος Ἄννιος ἐκπεμφθεὶς ὑπὸ Σύλλα καὶ τὸν Ἰούλιον ἀπρόσμαχον ὁρῶν ἐν ἀπόρῳ καθῆστο παρὰ ταῖς ὑπωρείαις. [2] Καλπουρνίου δέ τινος ἐπίκλησιν Λαναρίου δολοφονήσαντος τὸν Ἰούλιον καὶ τῶν στρατιωτῶν τὰ ἄκρα τῆς Πυρήνης ἐκλιπόντων, ὑπερβαλὼν Ἄννιος ἐπῄει χειρὶ μεγάλῃ τοὺς ἐμποδὼν ἀνιστάς. Σερτώριος δὲ οὐκ ὢν ἀξιόμαχος μετὰ τρισχιλίων εἰς Καρχηδόνα τὴν νέαν καταφυγών, κἀκεῖθεν ἐπιβὰς τῶν νεῶν καὶ διαπεράσας τὸ πέλαγος, Λιβύῃ κατὰ τὴν Μαυρουσίαν προσέσχεν. [3] ἀφυλάκτοις δὲ τοῖς στρατιώταις ὑδρευομένοις τῶν βαρβάρων ἐπιπεσόντων, συχνοὺς ἀποβαλὼν αὖθις εἰς Ἰβηρίαν ἀπέπλει: καὶ ταύτης μὲν ἀποκρούεται, Κιλισσῶν δὲ λῃστρίδων αὐτῷ προσγενομένων Πιτυούσσῃ νήσῳ προσέβαλε, καὶ ἀπέβη τὴν παρ᾽ Ἀννίου φρουρὰν βιασάμενος. Ἄννιος δὲ μετ᾽ οὐ πολὺ παρῆν ναυσί [p. 20] τε πολλαῖς καὶ πεντακισχιλίοις ὁπλίταις, πρὸς ὃν ἐπεχείρησε μὲν διαναυμαχεῖν, καίπερ ἐλαφροῖς καὶ πρὸς τάχος, οὐ πρὸς ἀλκήν, πεποιημένοις σκάφεσι χρώμενος, [4] ζεφύρῳ δὲ λαμπρῷ τοῦ πελάγους ἀνισταμένου καὶ τὰ πολλὰ τῶν τοῦ Σερτωρίου πλοίων ὑπὸ κουφότητος πλάγια ταῖς ῥαχίαις περιβάλλοντος, αὐτὸς ὀλίγαις ναυσὶ τῆς μὲν θαλάσσης ὑπὸ τοῦ χειμῶνος εἰργόμενος, τῆς δὲ γῆς ὑπὸ τῶν πολεμίων, ἡμέρας δέκα σαλεύων πρὸς ἐναντίον κῦμα καὶ κλύδωνα τραχὺν ἐπιπόνως διεκαρτέρησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: